Book Read Free

Complete Works of Homer

Page 552

by Homer


  δεύονθ' ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 710

  οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηί̈δα λίμνην

  Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,

  τῶν ἦρχ' Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν

  Εὔμηλος, τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν

  Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. 715

  οἳ δ' ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο

  καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,

  τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐὺ̈ εἰδὼς

  ἑπτὰ νεῶν: ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα

  ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. 720

  ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων

  Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν

  ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:

  ἔνθ' ὅ γε κεῖτ' ἀχέων: τάχα δὲ μνήσεσθαι ἔμελλον

  Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. 725

  οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν:

  ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,

  τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆϊ πτολιπόρθῳ.

  οἳ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,

  οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, 730

  τῶν αὖθ' ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε

  ἰητῆρ' ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων:

  τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

  οἳ δ' ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,

  οἵ τ' ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, 735

  τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός:

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

  οἳ δ' Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,

  Ὄρθην Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν,

  τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης 740

  υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς:

  τόν ῥ' ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια

  ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,

  τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν:

  οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος 745

  υἱὸς ὑπερθύμοιο Κορώνου Καινεί̈δαο:

  τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

  Γουνεὺς δ' ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας:

  τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ

  οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο, 750

  οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο

  ὅς ῥ' ἐς Πηνειὸν προί̈ει καλλίρροον ὕδωρ,

  οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,

  ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠύ̈τ' ἔλαιον:

  ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. 755

  Μαγνήτων δ' ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,

  οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον

  ναίεσκον: τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,

  τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

  οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν: 760

  τίς τὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα

  αὐτῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρεί̈δῃσιν ἕποντο.

  ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο,

  τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς

  ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐί̈σας: 765

  τὰς ἐν Πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων

  ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.

  ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας

  ὄφρ' Ἀχιλεὺς μήνιεν: ὃ γὰρ πολὺ φέρτατος ἦεν,

  ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλεί̈ωνα. 770

  ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

  κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν

  Ἀτρεί̈δῃ: λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης

  δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

  τόξοισίν θ': ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος 775

  λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον

  ἕστασαν: ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων

  ἐν κλισίῃς: οἳ δ' ἀρχὸν ἀρηί̈φιλον ποθέοντες

  φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.

  οἳ δ' ἄρ' ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο: 780

  γαῖα δ' ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ

  χωομένῳ ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ

  εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:

  ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα

  ἐρχομένων: μάλα δ' ὦκα διέπρησσον πεδίοιο. 785

  Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις

  πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ:

  οἳ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι

  πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες:

  ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις: 790

  εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,

  ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς

  τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος,

  δέγμενος ὁππότε ναῦ�
�ιν ἀφορμηθεῖεν Ἀχαιοί:

  τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις: 795

  ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,

  ὥς ποτ' ἐπ' εἰρήνης: πόλεμος δ' ἀλίαστος ὄρωρεν.

  ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,

  ἀλλ' οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα:

  λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν 800

  ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.

  Ἕκτορ σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι:

  πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,

  ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων:

  τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, 805

  τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας.

  ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,

  αἶψα δ' ἔλυσ' ἀγορήν: ἐπὶ τεύχεα δ' ἐσσεύοντο:

  πᾶσαι δ' ὠί̈γνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαὸς

  πεζοί θ' ἱππῆές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. 810

  ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη

  ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,

  τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,

  ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης:

  ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι. 815

  Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ

  Πριαμίδης: ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

  λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.

  Δαρδανίων αὖτ' ἦρχεν ἐὺ̈ς πάϊς Ἀγχίσαο

  Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη 820

  Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,

  οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

  Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.

  οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης

  ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο 825

  Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς

  Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

  οἳ δ' Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ

  καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,

  τῶν ἦρχ' Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ 830

  υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

  ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε

  στείχειν ἐς πόλεμον φθισήνορα: τὼ δέ οἱ οὔ τι

  πειθέσθην: κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

  οἳ δ' ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο 835

  καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,

  τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν,

  Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι

  αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

  Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων 840

  τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον:

  τῶν ἦρχ' Ἱππόθοός τε Πύλαιός τ' ὄζος Ἄρηος,

  υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.

  αὐτὰρ Θρήϊκας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως

  ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. 845

  Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων

  υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.

  αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους

  τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος,

  Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. 850

  Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ

  ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,

  οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο

  ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον

  Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. 855

  αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον

  τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.

  Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής:

  ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,

  ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο 860

  ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.

  Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς

  τῆλ' ἐξ Ἀσκανίης: μέμασαν δ' ὑσμῖνι μάχεσθαι.

  Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην

  υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, 865

  οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.

  Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,

  οἳ Μίλητον ἔχον Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον

  Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα:

  τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, 870

  Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,

  ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ἴεν ἠύ̈τε κούρη

  νήπιος, οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον,

  ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

  ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαί̈φρων. 875

  Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων

  τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.

  Ῥαψωδία γ

  αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,

  Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθε�
� ὣς

  ἠύ̈τε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό:

  αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον

  κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων 5

  ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι:

  ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.

  οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ

  ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.

  εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 10

  ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,

  τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶαν ἵησιν:

  ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς

  ἐρχομένων: μάλα δ' ὦκα διέπρησσον πεδίοιο.

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, 15

  Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς

  παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα

  καὶ ξίφος: αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ

  πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους

  ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. 20

  τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηί̈φιλος Μενέλαος

  ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,

  ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας

 

‹ Prev