Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 557
Complete Works of Homer Page 557

by Homer


  πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ 330

  ἕστασαν: οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,

  ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες

  Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν: οἳ δὲ μένοντες

  ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν

  Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. 335

  τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,

  καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον

  τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους; 340

  σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας

  ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι:

  πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,

  ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.

  ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα 345

  οἴνου πινέμεναι μελιηδέος ὄφρ' ἐθέλητον:

  νῦν δὲ φίλως χ' ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν

  ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

  Ἀτρεί̈δη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; 350

  πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ' Ἀχαιοὶ

  Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;

  ὄψεαι αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ

  Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα

  Τρώων ἱπποδάμων: σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις. 355

  τὸν δ' ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων

  ὡς γνῶ χωομένοιο: πάλιν δ' ὅ γε λάζετο μῦθον:

  διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ

  οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω:

  οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 360

  ἤπια δήνεα οἶδε: τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ.

  ἀλλ' ἴθι ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθ' εἴ τι κακὸν νῦν

  εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.

  ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους.

  εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα 365

  ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσι:

  πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.

  καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  ὤ μοι Τυδέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο 370

  τί πτώσσεις, τί δ' ὀπιπεύεις πολέμοιο γεφύρας;

  οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ἦεν,

  ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηί̈οισι μάχεσθαι,

  ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον: οὐ γὰρ ἔγωγε

  ἤντησ' οὐδὲ ἴδον: περὶ δ' ἄλλων φασὶ γενέσθαι. 375

  ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας

  ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων:

  οἳ δὲ τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβης,

  καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους:

  οἳ δ' ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον: 380

  ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.

  οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,

  Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην,

  ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.

  αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεί̈ωνας 385

  δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.

  ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς

  τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,

  ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο, πάντα δ' ἐνίκα

  ῥηϊδίως: τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. 390

  οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων

  ἂψ ἄρ' ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες

  κούρους πεντήκοντα: δύω δ' ἡγήτορες ἦσαν,

  Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,

  υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. 395

  Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε:

  πάντας ἔπεφν', ἕνα δ' οἶον ἵει οἶκον δὲ νέεσθαι:

  Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.

  τοῖος ἔην Τυδεὺς Αἰτώλιος: ἀλλὰ τὸν υἱὸν

  γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω. 400

  ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κρατερὸς Διομήδης

  αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο:

  τὸν δ' υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο:

  Ἀτρεί̈δη μὴ ψεύδε' ἐπιστάμενος σάφα εἰπεῖν:

  ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι: 405

  ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο

  παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον,

  πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ:

  κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο:

  τὼ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ. 410

  τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:

  τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ:

  οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν

  ὀτρ
ύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς:

  τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται εἴ κεν Ἀχαιοὶ 415

  Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,

  τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.

  ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.

  ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε:

  δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος 420

  ὀρνυμένου: ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.

  ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης

  ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος:

  πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα

  χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας 425

  κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ' ἁλὸς ἄχνην:

  ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες

  νωλεμέως πόλεμον δέ: κέλευε δὲ οἷσιν ἕκαστος

  ἡγεμόνων: οἳ δ' ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης

  τόσσον λαὸν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν, 430

  σιγῇ δειδιότες σημάντορας: ἀμφὶ δὲ πᾶσι

  τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.

  Τρῶες δ', ὥς τ' ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ

  μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν

  ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, 435

  ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει:

  οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴα γῆρυς,

  ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες.

  ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη

  Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, 440

  Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,

  ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα

  οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει:

  ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ

  ἐρχομένη καθ' ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. 445

  οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,

  σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν

  χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

  ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.

  ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν 450

  ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαῖα.

  ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες

  ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ

  κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,

  τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν: 455

  ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.

  πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν

  ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον:

  τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,

  ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω 460

  αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψεν,

  ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.

  τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ

  Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,

  ἕλκε δ' ὑπ' ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα 465

  τεύχεα συλήσειε: μίνυνθα δέ οἱ γένεθ' ὁρμή.

  νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ

  πλευρά, τά οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη,

  οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.

  ὣς τὸν μὲν λίπε θυμός, ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη 470

  ἀργαλέον Τρώων καὶ Ἀχαιῶν: οἳ δὲ λύκοι ὣς

  ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν.

  ἔνθ' ἔβαλ' Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας

  ἠί̈θεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ

  Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσιν Σιμόεντος 475

  γείνατ', ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι:

  τοὔνεκά μιν κάλεον Σιμοείσιον: οὐδὲ τοκεῦσι

  θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν

  ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.

  πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν 480

  δεξιόν: ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος

  ἦλθεν: ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς

  ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει

  λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασι:

  τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ 485

  ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ:

  ἣ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας.

  τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν

  Αἴας διογενής: τοῦ δ' Ἄντιφος αἰολοθώρηξ

  Πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. 490

  τοῦ μὲν ἅμαρθ', ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον

  βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ' ἐρύοντα:

  ἤριπε δ' ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.

  τοῦ δ' Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,

  βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, 495

  στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ

  ἀμφὶ ἓ παπτήνας: �
�πὸ δὲ Τρῶες κεκάδοντο

  ἀνδρὸς ἀκοντίσσαντος: ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν,

  ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα

  ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. 500

  τόν ῥ' Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ

  κόρσην: ἣ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν

  αἰχμὴ χαλκείη: τὸν δὲ σκότος ὄσσε κάλυψε,

  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.

  χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ: 505

  Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,

  ἴθυσαν δὲ πολὺ προτέρω: νεμέσησε δ' Ἀπόλλων

  Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ' ἀύ̈σας:

  ὄρνυσθ' ἱππόδαμοι Τρῶες μηδ' εἴκετε χάρμης

  Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος 510

  χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν:

  οὐ μὰν οὐδ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο

  μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.

  ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός: αὐτὰρ Ἀχαιοὺς

  ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια 515

  ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.

  ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε:

  χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι

  κνήμην δεξιτερήν: βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν

  Πείρως Ἰμβρασίδης ὃς ἄρ' Αἰνόθεν εἰληλούθει. 520

 

‹ Prev