Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 558
Complete Works of Homer Page 558

by Homer


  ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς

  ἄχρις ἀπηλοίησεν: ὃ δ' ὕπτιος ἐν κονίῃσι

  κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας

  θυμὸν ἀποπνείων: ὃ δ' ἐπέδραμεν ὅς ῥ' ἔβαλέν περ

  Πείροος, οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν: ἐκ δ' ἄρα πᾶσαι 525

  χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.

  τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ

  στέρνον ὑπὲρ μαζοῖο, πάγη δ' ἐν πνεύμονι χαλκός:

  ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ' ὄβριμον ἔγχος

  ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, 530

  τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.

  τεύχεα δ' οὐκ ἀπέδυσε: περίστησαν γὰρ ἑταῖροι

  Θρήϊκες ἀκρόκομοι δολίχ' ἔγχεα χερσὶν ἔχοντες,

  οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν

  ὦσαν ἀπὸ σφείων: ὃ δὲ χασσάμενος πελεμίχθη. 535

  ὣς τώ γ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην,

  ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ' Ἐπειῶν χαλκοχιτώνων

  ἡγεμόνες: πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.

  ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,

  ὅς τις ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ 540

  δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη

  χειρὸς ἑλοῦσ', αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν:

  πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ

  πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο.

  Ῥαψωδία ε

  ἔνθ' αὖ Τυδεί̈δῃ Διομήδεϊ Παλλὰς Ἀθήνη

  δῶκε μένος καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν

  Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο:

  δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ

  ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 5

  λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο:

  τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,

  ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.

  ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων

  ἱρεὺς Ἡφαίστοιο: δύω δέ οἱ υἱέες ἤστην 10

  Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.

  τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην:

  τὼ μὲν ἀφ' ἵπποιιν, ὃ δ' ἀπὸ χθονὸς ὄρνυτο πεζός.

  οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες

  Φηγεύς ῥα πρότερος προί̈ει δολιχόσκιον ἔγχος: 15

  Τυδεί̈δεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ

  ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν: ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ

  Τυδεί̈δης: τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,

  ἀλλ' ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ' ἀφ' ἵππων.

  Ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 20

  οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο:

  οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,

  ἀλλ' Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,

  ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.

  ἵππους δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 25

  δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.

  Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος

  τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ' ὄχεσφι,

  πᾶσιν ὀρίνθη θυμός: ἀτὰρ γλαυκῶπις Ἀθήνη

  χειρὸς ἑλοῦσ' ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα: 30

  Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα

  οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς

  μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,

  νῶϊ δὲ χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν;

  ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα: 35

  τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ' ἠϊόεντι Σκαμάνδρῳ,

  Τρῶας δ' ἔκλιναν Δαναοί: ἕλε δ' ἄνδρα ἕκαστος

  ἡγεμόνων: πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων

  ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου:

  πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 40

  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,

  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.

  Ἰδομενεὺς δ' ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν

  Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.

  τὸν μὲν ἄρ' Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 45

  νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον:

  ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε.

  τὸν μὲν ἄρ' Ἰδομενῆος ἐσύλευον θεράποντες:

  υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης

  Ἀτρεί̈δης Μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι 50

  ἐσθλὸν θηρητῆρα: δίδαξε γὰρ Ἄρτεμις αὐτὴ

  βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη:

  ἀλλ' οὔ οἱ τότε γε χραῖσμ' Ἄρτεμις ἰοχέαιρα,

  οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο:

  ἀλλά μιν Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος 55

  πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ

  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,

  ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.

  Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν

  Ἁρμονί�
�εω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 60

  τεύχειν: ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη:

  ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐί̈σας

  ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο

  οἷ τ' αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.

  τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων 65

  βεβλήκει γλουτὸν κατὰ δεξιόν: ἣ δὲ διαπρὸ

  ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή:

  γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.

  Πήδαιον δ' ἄρ' ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν

  ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα Θεανὼ 70

  ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.

  τὸν μὲν Φυλεί̈δης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν

  βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί:

  ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός:

  ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν. 75

  Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον

  υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου

  ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ,

  τὸν μὲν ἄρ' Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,

  πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον 80

  φασγάνῳ ἀί̈ξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν:

  αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε: τὸν δὲ κατ' ὄσσε

  ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

  ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:

  Τυδεί̈δην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη 85

  ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ' Ἀχαιοῖς.

  θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς

  χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας:

  τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,

  οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 90

  ἐλθόντ' ἐξαπίνης ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος:

  πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν:

  ὣς ὑπὸ Τυδεί̈δῃ πυκιναὶ κλονέοντο φάλαγγες

  Τρώων, οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες.

  τὸν δ' ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 95

  θύνοντ' ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,

  αἶψ' ἐπὶ Τυδεί̈δῃ ἐτιταίνετο καμπύλα τόξα,

  καὶ βάλ' ἐπαί̈σσοντα τυχὼν κατὰ δεξιὸν ὦμον

  θώρηκος γύαλον: διὰ δ' ἔπτατο πικρὸς ὀϊστός,

  ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ. 100

  τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός:

  ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων:

  βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι

  δήθ' ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με

  ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. 105

  ὣς ἔφατ' εὐχόμενος: τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν,

  ἀλλ' ἀναχωρήσας πρόσθ' ἵπποιιν καὶ ὄχεσφιν

  ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν:

  ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,

  ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. 110

  ὣς ἄρ' ἔφη, Σθένελος δὲ καθ' ἵππων ἆλτο χαμᾶζε,

  πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου:

  αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.

  δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:

  κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 115

  εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης

  δηί̈ῳ ἐν πολέμῳ, νῦν αὖτ' ἐμὲ φῖλαι Ἀθήνη:

  δὸς δέ τέ μ' ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν

  ὅς μ' ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι

  δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. 120

  ὣς ἔφατ' εὐχόμενος: τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη,

  γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν:

  ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:

  θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι:

  ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα 125

  ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς:

  ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,

  ὄφρ' εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.

  τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται

  μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι 130

  τοῖς ἄλλοις: ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη

  ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.

  ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη,

  Τυδεί̈δης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη

  καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι: 135

  δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα

  ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀί̈εσσι

  χραύσῃ μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ:

  τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει,

  ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται: 140

  αἳ μέν τ' ἀγχιστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται,

  αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς:

  ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδ
ης.

  ἔνθ' ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,

  τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, 145

  τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῖ̈δα παρ' ὦμον

  πλῆξ', ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου.

  τοὺς μὲν ἔασ', ὃ δ' Ἄβαντα μετῴχετο καὶ Πολύειδον

  υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος:

  τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ' ὀνείρους, 150

  ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε:

  βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε

  ἄμφω τηλυγέτω: ὃ δὲ τείρετο γήραϊ λυγρῷ,

  υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.

  ἔνθ' ὅ γε τοὺς ἐνάριζε, φίλον δ' ἐξαίνυτο θυμὸν 155

  ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ

  λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε

  δέξατο: χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.

  ἔνθ' υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο

  εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. 160

  ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ

  πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,

  ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς

  βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε' ἐσύλα:

  ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 165

  τὸν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,

 

‹ Prev