Book Read Free

Complete Works of Homer

Page 560

by Homer

πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους:

  φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,

  ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι ἵν' ἀθανάτων ἕδος ἐστί. 360

  λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ

  Τυδεί̈δης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.

  ὣς φάτο, τῇ δ' ἄρ' Ἄρης δῶκε χρυσάμπυκας ἵππους:

  ἣ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,

  πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 365

  μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.

  αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον:

  ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις

  λύσασ' ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ:

  ἣ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' Ἀφροδίτη 370

  μητρὸς ἑῆς: ἣ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,

  χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἐκ τ' ὀνόμαζε:

  τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων

  μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;

  τὴν δ' ἠμείβετ' ἔπειτα φιλομμειδὴς Ἀφροδίτη: 375

  οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,

  οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο

  Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.

  οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,

  ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. 380

  τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη, δῖα θεάων:

  τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ:

  πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες

  ἐξ ἀνδρῶν χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες.

  τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ' Ἐφιάλτης 385

  παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ:

  χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας:

  καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,

  εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια

  Ἑρμέᾳ ἐξήγγειλεν: ὃ δ' ἐξέκλεψεν Ἄρηα 390

  ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.

  τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος

  δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι

  βεβλήκει: τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.

  τλῆ δ' Ἀί̈δης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 395

  εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο

  ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν:

  αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον

  κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος: αὐτὰρ ὀϊστὸς

  ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 400

  τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων

  ἠκέσατ': οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.

  σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,

  ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.

  σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη: 405

  νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς

  ὅττι μάλ' οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,

  οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν

  ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.

  τὼ νῦν Τυδεί̈δης, εἰ καὶ μάλα καρτερός ἐστι, 410

  φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,

  μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη

  ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ

  κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν

  ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. 415

  ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ:

  ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.

  αἳ δ' αὖτ' εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη

  κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.

  τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: 420

  Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;

  ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα

  Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,

  τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων

  πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. 425

  ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

  καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην:

  οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,

  ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,

  ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. 430

  ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  Αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,

  γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων:

  ἀλλ' ὅ γ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ' αἰεὶ

  Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. 435

  τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,

  τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων:

  ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,

  δεινὰ δ' ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων:

  φράζεο Τυδεί̈δη καὶ χάζεο, μηδὲ θεοῖσιν 440

  ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον

  ἀθανάτων τε
θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων.

  ὣς φάτο, Τυδεί̈δης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω

  μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.

  Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων 445

  Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.

  ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα

  ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε:

  αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων

  αὐτῷ τ' Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, 450

  ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ

  δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας

  ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.

  δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων:

  Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, 455

  οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν

  Τυδεί̈δην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;

  Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,

  αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.

  ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, 460

  Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν

  εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν:

  υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν:

  ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος

  ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; 465

  ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;

  κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ

  Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο:

  ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.

  ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 470

  ἔνθ' αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον:

  Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;

  φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων

  οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.

  τῶν νῦν οὔ τιν' ἐγὼ ἰδέειν δύναμ' οὐδὲ νοῆσαι, 475

  ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα:

  ἡμεῖς δὲ μαχόμεσθ' οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν.

  καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:

  τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,

  ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 480

  κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ' ἐπιδευής.

  ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον' αὐτὸς

  ἀνδρὶ μαχήσασθαι: ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον

  οἷόν κ' ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν:

  τύνη δ' ἕστηκας, ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις 485

  λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.

  μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου

  ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε:

  οἳ δὲ τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν.

  σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 490

  ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων

  νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν.

  ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος:

  αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,

  πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 495

  ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.

  οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:

  Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.

  ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς

  ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 500

  κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,

  αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί: ὣς τότ' Ἀχαιοὶ

  λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν

  οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων

  ἂψ ἐπιμισγομένων: ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες. 505

  οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον: ἀμφὶ δὲ νύκτα

  θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων

  πάντοσ' ἐποιχόμενος: τοῦ δ' ἐκραίαινεν ἐφετμὰς

  Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει

  Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ' Ἀθήνην 510

  οἰχομένην: ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.

  αὐτὸς δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο

  ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.

  Αἰνείας δ' ἑτάροισι μεθίστατο: τοὶ δὲ χάρησαν,

  ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα 515

  καὶ μένος ἐσθλὸν ἔχοντα: μετάλλησάν γε μὲν οὔ τι.

  οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν

  Ἄρης τε βροτολοιγὸς Ἔρις τ' ἄμοτον μεμαυῖα.

  τοὺς δ' Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης

  ὄτρυνον Δαναοὺς πολεμιζέμεν: οἳ δὲ καὶ αὐτοὶ 520

  οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,

  ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων

  νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν

  ἀτρέμας, ὄφρ' εὕδῃσι μένος Βορέαο καὶ ἄλλων

  ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα 525

  πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες:


  ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.

  Ἀτρεί̈δης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων:

  ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,

  ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας: 530

  αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:

  φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.

  ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα

  Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα

  Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι 535

  τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.

  τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων:

  ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,

  νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε:

  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 540

  ἔνθ' αὖτ' Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους

  υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,

  τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ

  ἀφνειὸς βιότοιο, γένος δ' ἦν ἐκ ποταμοῖο

  Ἀλφειοῦ, ὅς τ' εὐρὺ ῥέει Πυλίων διὰ γαίης, 545

  ὃς τέκετ' Ὀρτίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα:

  Ὀρτίλοχος δ' ἄρ' ἔτικτε Διοκλῆα μεγάθυμον,

  ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,

  Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.

  τὼ μὲν ἄρ' ἡβήσαντε μελαινάων ἐπὶ νηῶν 550

  Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην,

 

‹ Prev