Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 574
Complete Works of Homer Page 574

by Homer


  τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει

  πύργων βαλλομένων: τὸν δὲ λίσσοντο γέροντες 570

  Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,

  ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον:

  ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,

  ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι

  πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, 575

  ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.

  πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς

  οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο

  σείων κολλητὰς σανίδας γουνούμενος υἱόν:

  πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ 580

  ἐλλίσσονθ': ὃ δὲ μᾶλλον ἀναίνετο: πολλὰ δ' ἑταῖροι,

  οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων:

  ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,

  πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων

  βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. 585

  καὶ τότε δὴ Μελέαγρον ἐύ̈ζωνος παράκοιτις

  λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα

  κήδε', ὅσ' ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ:

  ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,

  τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. 590

  τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,

  βῆ δ' ἰέναι, χροὶ̈ δ' ἔντε' ἐδύσετο παμφανόωντα.

  ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ

  εἴξας ᾧ θυμῷ: τῷ δ' οὐκέτι δῶρα τέλεσσαν

  πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. 595

  ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων

  ἐνταῦθα τρέψειε φίλος: κάκιον δέ κεν εἴη

  νηυσὶν καιομένῃσιν ἀμυνέμεν: ἀλλ' ἐπὶ δώρων

  ἔρχεο: ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.

  εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς 600

  οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών,

  τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης

  χρεὼ τιμῆς: φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,

  ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ 605

  ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ.

  ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι:

  μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων

  Ἀτρεί̈δῃ ἥρωϊ φέρων χάριν: οὐδέ τί σε χρὴ

  τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. 610

  καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδῃ:

  ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.

  οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων

  εὐνῇ ἔνι μαλακῇ: ἅμα δ' ἠοῖ φαινομένηφι

  φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν. 615

  ἦ καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ

  Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα

  ἐκ κλισίης νόστοιο μεδοίατο: τοῖσι δ' ἄρ' Αἴας

  ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε:

  διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ 620

  ἴομεν: οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ

  τῇδέ γ' ὁδῷ κρανέεσθαι: ἀπαγγεῖλαι δὲ τάχιστα

  χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα

  οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς

  ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν 625

  σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων

  τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων

  νηλής: καὶ μέν τίς τε κασιγνήτοιο φονῆος

  ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος:

  καί ῥ' ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας, 630

  τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ

  ποινὴν δεξαμένῳ: σοὶ δ' ἄληκτόν τε κακόν τε

  θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης

  οἴης: νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας,

  ἄλλά τε πόλλ' ἐπὶ τῇσι: σὺ δ' ἵλαον ἔνθεο θυμόν, 635

  αἴδεσσαι δὲ μέλαθρον: ὑπωρόφιοι δέ τοί εἰμεν

  πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων

  κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.

  τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 640

  πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι:

  ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων

  μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν

  Ἀτρεί̈δης ὡς εἴ τιν' ἀτίμητον μετανάστην.

  ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε: 645

  οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος

  πρίν γ' υἱὸν Πριάμοιο δαί̈φρονος Ἕκτορα δῖον

  Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι

  κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.

  ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηὶ̈ μελαίνῃ 650

  Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀί̈ω.

  ὣς ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέ
πας ἀμφικύπελλον

  σπείσαντες παρὰ νῆας ἴσαν πάλιν: ἦρχε δ' Ὀδυσσεύς.

  Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε

  Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. 655

  αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε

  κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.

  ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.

  αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου:

  τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, 660

  Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.

  Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο: πὰρ δ' ἄρα καὶ τῷ

  Ἶφις ἐύ̈ζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς

  Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.

  οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεί̈δαο γένοντο. 665

  τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν

  δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο:

  πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν

  ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, 670

  ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν;

  τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

  κεῖνός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον

  πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα. 675

  αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν

  ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν:

  αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι

  νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.

  καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι 680

  οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ

  Ἰλίου αἰπεινῆς: μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς

  χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.

  ὣς ἔφατ': εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο,

  Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. 685

  Φοῖνιξ δ' αὖθ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,

  ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται

  αὔριον, ἢν ἐθέλῃσιν: ἀνάγκῃ δ' οὔ τί μιν ἄξει.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

  μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσε. 690

  δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν:

  ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

  μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεί̈ωνα

  μυρία δῶρα διδούς: ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως: 695

  νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.

  ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν

  ἦ κε μένῃ: τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν

  θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.

  ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 700

  νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ

  σίτου καὶ οἴνοιο: τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:

  αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,

  καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους

  ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. 705

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες

  μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.

  καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,

  ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

  Ῥαψωδία κ

  ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν

  εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:

  ἀλλ' οὐκ Ἀτρεί̈δην Ἀγαμέμνονα ποιμένα λαῶν

  ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.

  ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο 5

  τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν

  ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,

  ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,

  ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' Ἀγαμέμνων

  νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. 10

  ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,

  θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ

  αὐλῶν συρίγγων τ' ἐνοπὴν ὅμαδόν τ' ἀνθρώπων.

  αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,

  πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας 15

  ὑψόθ' ἐόντι Διί, μέγα δ' ἔστενε κυδάλιμον κῆρ.

  ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

  Νέστορ' ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,

  εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,

  ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. 20

  ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτῶνα,

  ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

  ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος

  αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος.

  ὣς δ' αὔτως Μενέλαον ἔχε τρόμος: οὐδὲ γὰρ αὐτῷ 25

  ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν

  Ἀργεῖοι, �
�οὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν

  ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.

  παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε

  ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας 30

  θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ.

  βῆ δ' ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων

  Ἀργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμῳ.

  τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ

  νηὶ̈ πάρα πρύμνῃ: τῷ δ' ἀσπάσιος γένετ' ἐλθών. 35

  τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος:

  τίφθ' οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν' ἑταίρων

  ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ' αἰνῶς

  δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον

  ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν 40

  νύκτα δι' ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται.

  τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:

  χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε

  κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει

  Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. 45

  Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ' ἱεροῖσιν:

  οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος

  ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι,

  ὅσσ' Ἕκτωρ ἔρρεξε Διὶ̈ φίλος υἷας Ἀχαιῶν

  αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. 50

  ἔργα δ' ἔρεξ' ὅσα φημὶ μελησέμεν Ἀργείοισι

 

‹ Prev