Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 575
Complete Works of Homer Page 575

by Homer


  δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς.

  ἀλλ' ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον

  ῥίμφα θέων παρὰ νῆας: ἐγὼ δ' ἐπὶ Νέστορα δῖον

  εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ' ἐθέλῃσιν 55

  ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ' ἐπιτεῖλαι.

  κείνῳ γάρ κε μάλιστα πιθοίατο: τοῖο γὰρ υἱὸς

  σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων

  Μηριόνης: τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.

  τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος: 60

  πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;

  αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,

  ἦε θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;

  τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,

  αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν 65

  ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.

  φθέγγεο δ' ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι

  πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον

  πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ,

  ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι 70

  Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.

  ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας:

  αὐτὰρ ὃ βῆ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν:

  τὸν δ' εὗρεν παρά τε κλισίῃ καὶ νηὶ̈ μελαίνῃ

  εὐνῇ ἔνι μαλακῇ: παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο 75

  ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.

  πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ' ὁ γεραιὸς

  ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο

  λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.

  ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος κεφαλὴν ἐπαείρας 80

  Ἀτρεί̈δην προσέειπε καὶ ἐξερεείνετο μύθῳ:

  τίς δ' οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος

  νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι,

  ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων;

  φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο: τίπτε δέ σε χρεώ; 85

  τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

  γνώσεαι Ἀτρεί̈δην Ἀγαμέμνονα, τὸν περὶ πάντων

  Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ' ἀϋτμὴ

  ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. 90

  πλάζομαι ὧδ' ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος

  ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' Ἀχαιῶν.

  αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ

  ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω

  στηθέων ἐκθρῴσκει, τρομέει δ' ὑπὸ φαίδιμα γυῖα. 95

  ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει,

  δεῦρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν

  μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ

  κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.

  δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴδμεν 100

  μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  Ἀτρεί̈δη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον

  οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς

  ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἴω 105

  κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς

  ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.

  σοὶ δὲ μάλ' ἕψομ' ἐγώ: ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους

  ἠμὲν Τυδεί̈δην δουρὶ κλυτὸν ἠδ' Ὀδυσῆα

  ἠδ' Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. 110

  ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν

  ἀντίθεόν τ' Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα:

  τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς.

  ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον

  νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω 115

  ὡς εὕδει, σοὶ δ' οἴῳ ἐπέτρεψεν πονέεσθαι.

  νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι

  λισσόμενος: χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.

  τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: 120

  πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι

  οὔτ' ὄκνῳ εἴκων οὔτ' ἀφραδίῃσι νόοιο,

  ἀλλ' ἐμέ τ' εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.

  νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο καί μοι ἐπέστη:

  τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. 125

  ἀλλ' ἴομεν: κείνους δὲ κιχησόμεθα πρὸ πυλάων

  ἐν φυλάκεσσ', ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει

  Ἀργείων, ὅτε κέν τιν' ἐποτρύνῃ καὶ ἀνώγῃ. 130

  ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,

  ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

  ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν

  διπλῆν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη.


  εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, 135

  βῆ δ' ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.

  πρῶτον ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον

  ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ

  φθεγξάμενος: τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή,

  ἐκ δ' ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε: 140

  τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε

  νύκτα δι' ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ

  μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. 145

  ἀλλ' ἕπε', ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ' ἐπέοικε

  βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.

  ὣς φάθ', ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς

  ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βῆ δὲ μετ' αὐτούς.

  βὰν δ' ἐπὶ Τυδεί̈δην Διομήδεα: τὸν δὲ κίχανον 150

  ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ' ἑταῖροι

  εὗδον, ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας: ἔγχεα δέ σφιν

  ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς

  λάμφ' ὥς τε στεροπὴ πατρὸς Διός: αὐτὰρ ὅ γ' ἥρως

  εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, 155

  αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.

  τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,

  λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ' ἄντην:

  ἔγρεο Τυδέος υἱέ: τί πάννυχον ὕπνον ἀωτεῖς;

  οὐκ ἀί̈εις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο 160

  εἵαται ἄγχι νεῶν, ὀλίγος δ' ἔτι χῶρος ἐρύκει;

  ὣς φάθ', ὃ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  σχέτλιός ἐσσι γεραιέ: σὺ μὲν πόνου οὔ ποτε λήγεις.

  οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν 165

  οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων

  πάντῃ ἐποιχόμενοι; σὺ δ' ἀμήχανός ἐσσι γεραιέ.

  τὸν δ' αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ:

  ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.

  εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ 170

  καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν:

  ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.

  νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς

  ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.

  ἀλλ' ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν 175

  ἄνστησον: σὺ γάρ ἐσσι νεώτερος: εἴ μ' ἐλεαίρεις.

  ὣς φάθ', ὃ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος

  αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος.

  βῆ δ' ἰέναι, τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρως.

  οἳ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, 180

  οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,

  ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.

  ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ

  θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην

  ἔρχηται δι' ὄρεσφι: πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ 185

  ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν:

  ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει

  νύκτα φυλασσομένοισι κακήν: πεδίον δὲ γὰρ αἰεὶ

  τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀί̈οιεν ἰόντων.

  τοὺς δ' ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ 190

  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  οὕτω νῦν φίλα τέκνα φυλάσσετε: μηδέ τιν' ὕπνος

  αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.

  ὣς εἰπὼν τάφροιο διέσσυτο: τοὶ δ' ἅμ' ἕποντο

  Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. 195

  τοῖς δ' ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς

  ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.

  τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο

  ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος

  πιπτόντων: ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ 200

  ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.

  ἔνθα καθεζόμενοι ἔπε' ἀλλήλοισι πίφαυσκον:

  τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:

  ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ

  θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους 205

  ἐλθεῖν, εἴ τινά που δηί̈ων ἕλοι ἐσχατόωντα,

  ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,

  ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν

  αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ

  ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς. 210

  ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι

  ἀσκηθής: μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη

  πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή:

  ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι

  τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν 215

  θῆλυν ὑπόρρηνον: τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,

  αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.

/>   ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

  τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  Νέστορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ 220

  ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων

  Τρώων: ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος

  μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.

  σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν

  ὅππως κέρδος ἔῃ: μοῦνος δ' εἴ πέρ τε νοήσῃ 225

  ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.

  ὣς ἔφαθ', οἳ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.

  ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,

  ἤθελε Μηριόνης, μάλα δ' ἤθελε Νέστορος υἱός,

  ἤθελε δ' Ἀτρεί̈δης δουρικλειτὸς Μενέλαος, 230

  ἤθελε δ' ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον

  Τρώων: αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.

  τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:

  Τυδεί̈δη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ

  τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλῃσθα, 235

  φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.

  μηδὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω

  καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων

  ἐς γενεὴν ὁρόων, μηδ' εἰ βασιλεύτερός ἐστιν.

  ὣς ἔφατ', ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. 240

 

‹ Prev