Book Read Free

Complete Works of Homer

Page 576

by Homer


  τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης:

  εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,

  πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,

  οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ

  ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. 245

  τούτου γ' ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο

  ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.

  τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:

  Τυδεί̈δη μήτ' ἄρ με μάλ' αἴνεε μήτέ τι νείκει:

  εἰδόσι γάρ τοι ταῦτα μετ' Ἀργείοις ἀγορεύεις. 250

  ἀλλ' ἴομεν: μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς,

  ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ

  τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται.

  ὣς εἰπόνθ' ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.

  Τυδεί̈δῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης 255

  φάσγανον ἄμφηκες: τὸ δ' ἑὸν παρὰ νηὶ̈ λέλειπτο:

  καὶ σάκος: ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε

  ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ

  κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.

  Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην 260

  καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε

  ῥινοῦ ποιητήν: πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν

  ἐντέτατο στερεῶς: ἔκτοσθε δὲ λευκοὶ ὀδόντες

  ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα

  εὖ καὶ ἐπισταμένως: μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει. 265

  τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο

  ἐξέλετ' Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,

  Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι:

  Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,

  αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι: 270

  δὴ τότ' Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.

  τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,

  βάν ῥ' ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους.

  τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο

  Παλλὰς Ἀθηναίη: τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσι 275

  νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.

  χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσεύς, ἠρᾶτο δ' Ἀθήνῃ:

  κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ

  ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω

  κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, 280

  δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι

  ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.

  δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:

  κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη:

  σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ 285

  ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.

  τοὺς δ' ἄρ' ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,

  αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι

  κεῖσ': ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα

  σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. 290

  ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.

  σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον

  ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:

  τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.

  ὣς ἔφαν εὐχόμενοι, τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη. 295

  οἳ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,

  βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν

  ἂμ φόνον, ἂν νέκυας, διά τ' ἔντεα καὶ μέλαν αἷμα.

  οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ

  εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο πάντας ἀρίστους, 300

  ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες:

  τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:

  τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε

  δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.

  δώσω γὰρ δίφρόν τε δύω τ' ἐριαύχενας ἵππους 305

  οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν

  ὅς τίς κε τλαίη, οἷ τ' αὐτῷ κῦδος ἄροιτο,

  νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι

  ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,

  ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες 310

  φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι

  νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.

  ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

  ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς

  κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, 315

  ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης:

  αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.

  ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν:

  Ἕκτορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ

  νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. 320

  ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον

  ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ

  δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεί̈ωνα,

  σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσο
μαι οὐδ' ἀπὸ δόξης:

  τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ' ἂν ἵκωμαι 325

  νῆ' Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι

  βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.

  ὣς φάθ', ὃ δ' ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν:

  ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης

  μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος 330

  Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.

  ὣς φάτο καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸν δ' ὀρόθυνεν:

  αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,

  ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,

  κρατὶ δ' ἐπὶ κτιδέην κυνέην, ἕλε δ' ὀξὺν ἄκοντα, 335

  βῆ δ' ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ: οὐδ' ἄρ' ἔμελλεν

  ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.

  ἀλλ' ὅτε δή ῥ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον,

  βῆ ῥ' ἀν' ὁδὸν μεμαώς: τὸν δὲ φράσατο προσιόντα

  διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν: 340

  οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,

  οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,

  ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.

  ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο

  τυτθόν: ἔπειτα δέ κ' αὐτὸν ἐπαί̈ξαντες ἕλοιμεν 345

  καρπαλίμως: εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν,

  αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν

  ἔγχει ἐπαί̈σσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.

  ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι

  κλινθήτην: ὃ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν. 350

  ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσόν τ' ἐπὶ οὖρα πέλονται

  ἡμιόνων: αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν

  ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον:

  τὼ μὲν ἐπεδραμέτην, ὃ δ' ἄρ' ἔστη δοῦπον ἀκούσας.

  ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους 355

  ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.

  ἀλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,

  γνῶ ῥ' ἄνδρας δηί̈ους, λαιψηρὰ δὲ γούνατ' ἐνώμα

  φευγέμεναι: τοὶ δ' αἶψα διώκειν ὁρμήθησαν.

  ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης 360

  ἢ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ

  χῶρον ἀν' ὑλήενθ', ὃ δέ τε προθέῃσι μεμηκώς,

  ὣς τὸν Τυδεί̈δης ἠδ' ὃ πτολίπορθος Ὀδυσσεὺς

  λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.

  ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι 365

  φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ' Ἀθήνη

  Τυδεί̈δῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων

  φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.

  δουρὶ δ' ἐπαί̈σσων προσέφη κρατερὸς Διομήδης:

  ἠὲ μέν' ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι 370

  δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.

  ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ' ἡμάρτανε φωτός:

  δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐύ̈ξου δουρὸς ἀκωκὴ

  ἐν γαίῃ ἐπάγη: ὃ δ' ἄρ' ἔστη τάρβησέν τε

  βαμβαίνων: ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων: 375

  χλωρὸς ὑπαὶ δείους: τὼ δ' ἀσθμαίνοντε κιχήτην,

  χειρῶν δ' ἁψάσθην: ὃ δὲ δακρύσας ἔπος ηὔδα:

  ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: ἔστι γὰρ ἔνδον

  χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,

  τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα 380

  εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν.

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:

  πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος 385

  νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;

  ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;

  ἦ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα

  νῆας ἔπι γλαφυράς; ἦ σ' αὐτὸν θυμὸς ἀνῆκε;

  τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα: 390

  πολλῇσίν μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,

  ὅς μοι Πηλεί̈ωνος ἀγαυοῦ μώνυχας ἵππους

  δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,

  ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν

  ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι 395

  ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,

  ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες

  φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι

  νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.

  τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς: 400

  ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς

  ἵππων Αἰακίδαο δαί̈φρονος: οἳ δ' ἀλεγεινοὶ

  ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι

  ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον: 405

  ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;

  ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ
ἵπποι;

  πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;

  ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν

  αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ 410

  ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς.

  τὸν δ' αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός:

  τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω.

  Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,

  βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου 415

  νόσφιν ἀπὸ φλοίσβου: φυλακὰς δ' ἃς εἴρεαι ἥρως

  οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.

  ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη

  οἷ δ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται

  ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι 420

  εὕδουσι: Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν:

  οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν

  εὕδουσ' ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. 425

  τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός:

  τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω.

  πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι

  καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,

  πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι Μυσοί τ' ἀγέρωχοι 430

 

‹ Prev