Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 580
Complete Works of Homer Page 580

by Homer


  νύξεν: ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 425

  τοὺς μὲν ἔασ', ὃ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δουρὶ

  αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.

  τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,

  στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν

  ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο 430

  σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι

  τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας,

  ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.

  ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐί̈σην.

  διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 435

  καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,

  πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε

  Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.

  γνῶ δ' Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,

  ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν: 440

  ἆ δείλ' ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.

  ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι:

  σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν

  ἤματι τῷδ' ἔσσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα

  εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. 445

  ἦ, καὶ ὃ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει,

  τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν

  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,

  δούπησεν δὲ πεσών: ὃ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς:

  ὦ Σῶχ' Ἱππάσου υἱὲ δαί̈φρονος ἱπποδάμοιο 450

  φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας.

  ἆ δείλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ

  ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ

  ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.

  αὐτὰρ ἔμ', εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. 455

  ὣς εἰπὼν Σώκοιο δαί̈φρονος ὄβριμον ἔγχος

  ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης:

  αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.

  Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ' Ὀδυσῆος

  κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν. 460

  αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους.

  τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,

  τρὶς δ' ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.

  αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα:

  Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 465

  ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ

  τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα

  Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.

  ἀλλ' ἴομεν καθ' ὅμιλον: ἀλεξέμεναι γὰρ ἄμεινον.

  δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 470

  ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.

  ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.

  εὗρον ἔπειτ' Ὀδυσῆα Διὶ̈ φίλον: ἀμφὶ δ' ἄρ' αὐτὸν

  Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν

  ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ 475

  ἰῷ ἀπὸ νευρῆς: τὸν μέν τ' ἤλυξε πόδεσσι

  φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ:

  αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,

  ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν

  ἐν νέμεϊ σκιερῷ: ἐπί τε λῖν ἤγαγε δαίμων 480

  σίντην: θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει:

  ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην

  Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ' ἥρως

  ἀί̈σσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.

  Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον, 485

  στῆ δὲ παρέξ: Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.

  ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου

  χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.

  Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον

  Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 490

  οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.

  ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι

  χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,

  πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας

  ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει, 495

  ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,

  δαί̈ζων ἵππους τε καὶ ἀνέρας: οὐδέ πω Ἕκτωρ

  πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης

  ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα

  ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει 500

  Νέστορά τ' ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.

  Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων

  ἔγχεί̈ θ' ἱπποσύνῃ τε, νέων δ' ἀλάπαζε φάλαγγας:

  οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ

  εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 505

  παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,

  ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.

  τῷ ῥα περίδεισαν μένεα π
νείοντες Ἀχαιοὶ

  μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.

  αὐτίκα δ' Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον: 510

  ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

  ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων

  βαινέτω, ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους:

  ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων

  ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν. 515

  ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

  αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων

  βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος:

  μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην

  νῆας ἔπι γλαφυράς: τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 520

  Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν

  Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν:

  Ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν

  ἐσχατιῇ πολέμοιο δυσηχέος: οἳ δὲ δὴ ἄλλοι

  Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. 525

  Αἴας δὲ κλονέει Τελαμώνιος: εὖ δέ μιν ἔγνων:

  εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος: ἀλλὰ καὶ ἡμεῖς

  κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα

  ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες

  ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν. 530

  ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους

  μάστιγι λιγυρῇ: τοὶ δὲ πληγῆς ἀί̈οντες

  ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς

  στείβοντες νέκυάς τε καὶ ἀσπίδας: αἵματι δ' ἄξων

  νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 535

  ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον

  αἵ τ' ἀπ' ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον

  ἀνδρόμεον ῥῆξαί τε μετάλμενος: ἐν δὲ κυδοιμὸν

  ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.

  αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 540

  ἔγχεί̈ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,

  Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο.

  Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε:

  στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,

  τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς 545

  ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.

  ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο

  ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,

  οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι

  πάννυχοι ἐγρήσσοντες: ὃ δὲ κρειῶν ἐρατίζων 550

  ἰθύει, ἀλλ' οὔ τι πρήσσει: θαμέες γὰρ ἄκοντες

  ἀντίον ἀί̈σσουσι θρασειάων ἀπὸ χειρῶν

  καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ:

  ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ:

  ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ 555

  ἤϊε πόλλ' ἀέκων: περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.

  ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας

  νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ,

  κείρει τ' εἰσελθὼν βαθὺ λήϊον: οἳ δέ τε παῖδες

  τύπτουσιν ῥοπάλοισι: βίη δέ τε νηπίη αὐτῶν: 560

  σπουδῇ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβῆς:

  ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν

  Τρῶες ὑπέρθυμοι πολυηγερέες τ' ἐπίκουροι

  νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.

  Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς 565

  αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας

  Τρώων ἱπποδάμων: ὁτὲ δὲ τρωπάσκετο φεύγειν.

  πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,

  αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ

  ἱστάμενος: τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν 570

  ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,

  πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,

  ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.

  τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς

  Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, 575

  στῆ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,

  καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν

  ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν:

  Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων.

  τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 580

  τεύχε' ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον

  ἕλκετ' ἐπ' Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ

  δεξιόν: ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.

  ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,

  ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς: 585

  ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

  στῆτ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ

  Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι

  φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος: ἀλλὰ μάλ' ἄντην

  ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 590

  ὣς ἔφατ' Εὐρύπυλος βεβλημένος: οἳ δὲ παρ' αὐτὸν

  πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναν�
�ες

  δούρατ' ἀνασχόμενοι: τῶν δ' ἀντίος ἤλυθεν Αἴας.

  στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.

  ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο: 595

  Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι

  ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.

  τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς:

  ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηὶ̈

  εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. 600

  αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε

  φθεγξάμενος παρὰ νηός: ὃ δὲ κλισίηθεν ἀκούσας

  ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή.

  τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός:

  τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; 605

  τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:

  δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ

  νῦν ὀί̈ω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς

  λισσομένους: χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.

  ἀλλ' ἴθι νῦν Πάτροκλε Διὶ̈ φίλε Νέστορ' ἔρειο 610

  ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο:

  ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε

  τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός:

  ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.

  ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, 615

  βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.

 

‹ Prev