Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 581
Complete Works of Homer Page 581

by Homer


  οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,

  αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,

  ἵππους δ' Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος

  ἐξ ὀχέων: τοὶ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων 620

  στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός: αὐτὰρ ἔπειτα

  ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.

  τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,

  τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,

  θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ 625

  ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.

  ἥ σφωϊν πρῶτον μὲν ἐπιπροί̈ηλε τράπεζαν

  καλὴν κυανόπεζαν ἐύ̈ξοον, αὐτὰρ ἐπ' αὐτῆς

  χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,

  ἠδὲ μέλι χλωρόν, παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν, 630

  πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιός,

  χρυσείοις ἥλοισι πεπαρμένον: οὔατα δ' αὐτοῦ

  τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον

  χρύσειαι νεμέθοντο, δύω δ' ὑπὸ πυθμένες ἦσαν.

  ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 635

  πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν.

  ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν

  οἴνῳ Πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν

  κνήστι χαλκείῃ, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε,

  πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ. 640

  τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν

  μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,

  Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.

  τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,

  ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε. 645

  Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον:

  οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.

  αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι

  ὅν τινα τοῦτον ἄγεις βεβλημένον: ἀλλὰ καὶ αὐτὸς

  γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. 650

  νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' Ἀχιλῆϊ.

  εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος

  δεινὸς ἀνήρ: τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.

  τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:

  τίπτε τὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, 655

  ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε

  πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν: οἳ γὰρ ἄριστοι

  ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.

  βέβληται μὲν ὃ Τυδεί̈δης κρατερὸς Διομήδης,

  οὔτασται δ' Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ' Ἀγαμέμνων: 660

  βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ:

  τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο

  ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς

  ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει.

  ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης 665

  Ἀργείων ἀέκητι πυρὸς δηί̈οιο θέρωνται,

  αὐτοί τε κτεινώμεθ' ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς

  ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

  εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη

  ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη 670

  ἀμφὶ βοηλασίῃ, ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα

  ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,

  ῥύσι' ἐλαυνόμενος: ὃ δ' ἀμύνων ᾗσι βόεσσιν

  ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,

  κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. 675

  ληί̈δα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν

  πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,

  τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν,

  ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα

  πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. 680

  καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω

  ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεύς,

  οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.

  κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι

  τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ: 685

  οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες

  δαίτρευον: πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,

  ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν:

  ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη

  τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι: 690

  δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν:

  τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο.

  ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες

  ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.

  ἐκ δ' ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν 695

  εἵλετο κρινάμενος τριηκόσι' ἠδὲ νομῆας.

  καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἤλιδι δίῃ

  τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν

  ἐλθόντες μετ' ἄεθλα: περὶ τρίποδος γὰρ ἔμελλον

  θεύσεσθαι: τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγεί�
�ς 700

  κάσχεθε, τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων.

  τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων

  ἐξέλετ' ἄσπετα πολλά: τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε

  δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.

  ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ 705

  ἕρδομεν ἱρὰ θεοῖς: οἳ δὲ τρίτῳ ἤματι πάντες

  ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι

  πανσυδίῃ: μετὰ δέ σφι Μολίονε θωρήσσοντο

  παῖδ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.

  ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη 710

  τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος:

  τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.

  ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' Ἀθήνη

  ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι

  ἔννυχος, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν 715

  ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς

  εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους:

  οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα.

  ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι

  καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. 720

  ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων

  ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν

  ἱππῆες Πυλίων, τὰ δ' ἐπέρρεον ἔθνεα πεζῶν.

  ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες

  ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. 725

  ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,

  ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,

  αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,

  δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,

  καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος 730

  ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ

  ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες:

  ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος:

  εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,

  συμφερόμεσθα μάχῃ Διί τ' εὐχόμενοι καὶ Ἀθήνῃ. 735

  ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,

  πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,

  Μούλιον αἰχμητήν: γαμβρὸς δ' ἦν Αὐγείαο,

  πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην,

  ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. 740

  τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,

  ἤριπε δ' ἐν κονίῃσιν: ἐγὼ δ' ἐς δίφρον ὀρούσας

  στῆν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ

  ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα

  ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. 745

  αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,

  πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον

  φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.

  καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα,

  εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων 750

  ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.

  ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε:

  τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο

  κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες,

  ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους 755

  πέτρης τ' Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη

  κέκληται: ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.

  ἔνθ' ἄνδρα κτείνας πύματον λίπον: αὐτὰρ Ἀχαιοὶ

  ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππους,

  πάντες δ' εὐχετόωντο θεῶν Διὶ Νέστορί τ' ἀνδρῶν. 760

  ὣς ἔον, εἴ ποτ' ἔον γε, μετ' ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς

  οἶος τῆς ἀρετῆς ἀπονήσεται: ἦ τέ μιν οἴω

  πολλὰ μετακλαύσεσθαι ἐπεί κ' ἀπὸ λαὸς ὄληται.

  ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν

  ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, 765

  νῶϊ δέ τ' ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς

  πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.

  Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας

  λαὸν ἀγείροντες κατ' Ἀχαιί̈δα πουλυβότειραν.

  ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον 770

  ἠδὲ σέ, πὰρ δ' Ἀχιλῆα: γέρων δ' ἱππηλάτα Πηλεὺς

  πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ

  αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον ἄλεισον

  σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσι.

  σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ' ἔπειτα 775

  στῆμεν ἐνὶ προθύροισι: ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς,

  ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε,

  ξείνιά τ' εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.

  αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,

  ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι: 780

  σφὼ δὲ μάλ' ἠθέλετον, τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον.

  Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ

  αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων:

  σοὶ δ' αὖθ' ὧδ' ἐπ�
��τελλε Μενοίτιος Ἄκτορος υἱός:

  τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, 785

  πρεσβύτερος δὲ σύ ἐσσι: βίῃ δ' ὅ γε πολλὸν ἀμείνων.

  ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι

  καί οἱ σημαίνειν: ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.

  ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ' ἔτι καὶ νῦν

  ταῦτ' εἴποις Ἀχιλῆϊ δαί̈φρονι αἴ κε πίθηται. 790

  τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις

  παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.

  εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει

  καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,

  ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω 795

  Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι:

  καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,

  αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο

  Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν

  τειρόμενοι: ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. 800

  ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ

  ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.

  ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,

  βῆ δὲ θέειν παρὰ νῆας ἐπ' Αἰακίδην Ἀχιλῆα.

  ἀλλ' ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο 805

  ἷξε θέων Πάτροκλος, ἵνά σφ' ἀγορή τε θέμις τε

  ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,

  ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε

  διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ

 

‹ Prev