Book Read Free

Complete Works of Homer

Page 582

by Homer


  σκάζων ἐκ πολέμου: κατὰ δὲ νότιος ῥέεν ἱδρὼς 810

  ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο

  αἷμα μέλαν κελάρυζε: νόος γε μὲν ἔμπεδος ἦεν.

  τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,

  καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:

  ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες 815

  ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης

  ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρως,

  ἤ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοί,

  ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες; 820

  τὸν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα:

  οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν

  ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.

  οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,

  ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε 825

  χερσὶν ὕπο Τρώων: τῶν δὲ σθένος ὄρνυται αἰέν.

  ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,

  μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν

  νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε

  ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, 830

  ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.

  ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων

  τὸν μὲν ἐνὶ κλισίῃσιν ὀί̈ομαι ἕλκος ἔχοντα

  χρηί̈ζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος

  κεῖσθαι: ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. 835

  τὸν δ' αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός:

  πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ' ἥρως;

  ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαί̈φρονι μῦθον ἐνίσπω

  ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν:

  ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο. 840

  ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν

  ἐς κλισίην: θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.

  ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ

  ὀξὺ βέλος περιπευκές, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν

  νίζ' ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν 845

  χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας

  ἔσχ' ὀδύνας: τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα.

  Ῥαψωδία μ

  ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς

  ἰᾶτ' Εὐρύπυλον βεβλημένον: οἳ δὲ μάχοντο

  Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν: οὐδ' ἄρ' ἔμελλε

  τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν

  εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον 5

  ἤλασαν: οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας:

  ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληί̈δα πολλὴν

  ἐντὸς ἔχον ῥύοιτο: θεῶν δ' ἀέκητι τέτυκτο

  ἀθανάτων: τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.

  ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεὺς 10

  καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,

  τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.

  αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,

  πολλοὶ δ' Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,

  πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, 15

  Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,

  δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων

  τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.

  ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,

  Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε 20

  Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος

  καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι

  κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν:

  τῶν πάντων ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων,

  ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον: ὗε δ' ἄρα Ζεὺς 25

  συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.

  αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν

  ἡγεῖτ', ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε

  φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,

  λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον, 30

  αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε

  τεῖχος ἀμαλδύνας: ποταμοὺς δ' ἔτρεψε νέεσθαι

  κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.

  ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων

  θησέμεναι: τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει 35

  τεῖχος ἐύ̈δμητον, κανάχιζε δὲ δούρατα πύργων

  βαλλόμεν': Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες

  νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο

  Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο:

  αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ: 40

  ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι

  κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων:

  οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες

  ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς

  αἰχμὰς ἐκ χειρῶν: τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ 45

  ταρ
βεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα:

  ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων:

  ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν:

  ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλλίσσεθ' ἑταίρους

  τάφρον ἐποτρύνων διαβαινέμεν: οὐδέ οἱ ἵπποι 50

  τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ

  χείλει ἐφεσταότες: ἀπὸ γὰρ δειδίσσετο τάφρος

  εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι

  ῥηϊδίη: κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν

  ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν 55

  ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν

  πυκνοὺς καὶ μεγάλους δηί̈ων ἀνδρῶν ἀλεωρήν.

  ἔνθ' οὔ κεν ῥέα ἵππος ἐύ̈τροχον ἅρμα τιταίνων

  ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.

  δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 60

  Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων

  ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους:

  ἣ δὲ μάλ' ἀργαλέη περάαν: σκόλοπες γὰρ ἐν αὐτῇ

  ὀξέες ἑστᾶσιν, ποτὶ δ' αὐτοὺς τεῖχος Ἀχαιῶν,

  ἔνθ' οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι 65

  ἱππεῦσι: στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀί̈ω.

  εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει

  Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ' ἀρήγειν,

  ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,

  νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς: 70

  εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται

  ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,

  οὐκέτ' ἔπειτ' ὀί̈ω οὐδ' ἄγγελον ἀπονέεσθαι

  ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ' Ἀχαιῶν.

  ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: 75

  ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,

  αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες

  Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες: αὐτὰρ Ἀχαιοὶ

  οὐ μενέουσ' εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται.

  ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, 80

  αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.

  οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ' ἵππων ἠγερέθοντο,

  ἀλλ' ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.

  ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος

  ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ: 85

  οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες

  πένταχα κοσμηθέντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.

  οἳ μὲν ἅμ' Ἕκτορ' ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,

  οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα

  τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. 90

  καί σφιν Κεβριόνης τρίτος εἵπετο: πὰρ δ' ἄρ' ὄχεσφιν

  ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.

  τῶν δ' ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,

  τῶν δὲ τρίτων Ἕλενος καὶ Δηί̈φοβος θεοειδὴς

  υἷε δύω Πριάμοιο: τρίτος δ' ἦν Ἄσιος ἥρως 95

  Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι

  αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

  τῶν δὲ τετάρτων ἦρχεν ἐὺ̈ς πάϊς Ἀγχίσαο

  Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

  Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. 100

  Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων,

  πρὸς δ' ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον:

  οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι

  τῶν ἄλλων μετά γ' αὐτόν: ὃ δ' ἔπρεπε καὶ διὰ πάντων.

  οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι 105

  βάν ῥ' ἰθὺς Δαναῶν λελιημένοι, οὐδ' ἔτ' ἔφαντο

  σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.

  ἔνθ' ἄλλοι Τρῶες τηλεκλειτοί τ' ἐπίκουροι

  βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο:

  ἀλλ' οὐχ Ὑρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν 110

  αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,

  ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι

  νήπιος, οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας

  ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν

  ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν: 115

  πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν

  ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.

  εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερά, τῇ περ Ἀχαιοὶ

  ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι:

  τῇ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν 120

  εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,

  ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν' ἑταίρων

  ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.

  τῇ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο

  ὀξέα κεκλήγοντες: ἔφαντο γὰρ οὐκ ἔτ' Ἀχαιοὺς 125

  σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι

  νήπιοι, ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους

  υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,

  τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,


  τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. 130

  τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων

  ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,

  αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα

  ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι:

  ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι 135

  μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.

  οἳ δ' ἰθὺς πρὸς τεῖχος ἐύ̈δμητον βόας αὔας

  ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ

  Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

  Ἀσιάδην τ' Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. 140

  οἳ δ' ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς

  ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν:

  αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν

  Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

  ἐκ δὲ τὼ ἀί̈ξαντε πυλάων πρόσθε μαχέσθην 145

  ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν

  ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,

  δοχμώ τ' ἀί̈σσοντε περὶ σφίσιν ἄγνυτον ὕλην

  πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων

  γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται: 150

  ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς

  ἄντην βαλλομένων: μάλα γὰρ κρατερῶς ἐμάχοντο

  λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.

  οἳ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων

 

‹ Prev