Book Read Free

Complete Works of Homer

Page 588

by Homer

ὣς εἰπὼν τὰ μὲν ἔντε' ἀπὸ χροὸς αἱματόεντα 640

  συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,

  αὐτὸς δ' αὖτ' ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.

  ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος

  Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων

  ἐς τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν: 645

  ὅς ῥα τότ' Ἀτρεί̈δαο μέσον σάκος οὔτασε δουρὶ

  ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι

  ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων

  πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.

  Μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν, 650

  καί ῥ' ἔβαλε γλουτὸν κάτα δεξιόν: αὐτὰρ ὀϊστὸς

  ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.

  ἑζόμενος δὲ κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων

  θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ

  κεῖτο ταθείς: ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 655

  τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,

  ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν

  ἀχνύμενοι: μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,

  ποινὴ δ' οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.

  τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη: 660

  ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι:

  τοῦ ὅ γε χωόμενος προί̈ει χαλκήρε' ὀϊστόν.

  ἦν δέ τις Εὐχήνωρ Πολυί̈δου μάντιος υἱὸς

  ἀφνειός τ' ἀγαθός τε Κορινθόθι οἰκία ναίων,

  ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε: 665

  πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος

  νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,

  ἢ μετ' Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι:

  τώ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν

  νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. 670

  τὸν βάλ' ὑπὸ γναθμοῖο. καὶ οὔατος: ὦκα δὲ θυμὸς

  ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.

  ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:

  Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διὶ̈ φίλος, οὐδέ τι ᾔδη

  ὅττί ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηϊόωντο 675

  λαοὶ ὑπ' Ἀργείων. τάχα δ' ἂν καὶ κῦδος Ἀχαιῶν

  ἔπλετο: τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος

  ὄτρυν' Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν:

  ἀλλ' ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο

  ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, 680

  ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου

  θῖν' ἔφ' ἁλὸς πολιῆς εἰρυμέναι: αὐτὰρ ὕπερθε

  τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα

  ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.

  ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες 685

  Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ

  σπουδῇ ἐπαί̈σσοντα νεῶν ἔχον, οὐδὲ δύναντο

  ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον

  οἳ μὲν Ἀθηναίων προλελεγμένοι: ἐν δ' ἄρα τοῖσιν

  ἦρχ' υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ' ἅμ' ἕποντο 690

  Φείδας τε Στιχίος τε Βίας τ' ἐύ̈ς: αὐτὰρ Ἐπειῶν

  Φυλεί̈δης τε Μέγης Ἀμφίων τε Δρακίος τε,

  πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.

  ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο

  ἔσκε Μέδων Αἴαντος ἀδελφεός: αὐτὰρ ἔναιεν 695

  ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς

  γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς:

  αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.

  οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες

  ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο: 700

  Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς

  ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν,

  ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον

  ἶσον θυμὸν ἔχοντε τιταίνετον: ἀμφὶ δ' ἄρά σφι

  πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς: 705

  τὼ μέν τε ζυγὸν οἶον ἐύ̈ξοον ἀμφὶς ἐέργει

  ἱεμένω κατὰ ὦλκα: τέμει δέ τε τέλσον ἀρούρης:

  ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοιιν.

  ἀλλ' ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ

  λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 710

  ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ' ἵκοιτο.

  οὐδ' ἄρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο:

  οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ:

  οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,

  οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, 715

  ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ

  Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες, οἷσιν ἔπειτα

  ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας:

  δή ῥα τόθ' οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι

  μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, 720

  οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης

  Τρῶες μιμνήσκοντο: συνεκλόνεον γὰρ ὀϊστοί.

  ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων

  Τρ
ῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,

  εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: 725

  Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.

  οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα

  τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων:

  ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.

  ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, 730

  ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,

  ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς

  ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι,

  καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.

  αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα: 735

  πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε:

  Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν

  οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται

  παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.

  ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους: 740

  ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν

  ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν

  αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα

  πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε

  δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 745

  χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο

  μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀί̈ω.

  ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων,

  αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 750

  Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,

  αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο:

  αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.

  ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς

  κεκλήγων, διὰ δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων. 755

  οἳ δ' ἐς Πανθοί̈δην ἀγαπήνορα Πουλυδάμαντα

  πάντες ἐπεσσεύοντ', ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.

  αὐτὰρ ὃ Δηί̈φοβόν τε βίην θ' Ἑλένοιο ἄνακτος

  Ἀσιάδην τ' Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν

  φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. 760

  τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους:

  ἀλλ' οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν

  χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,

  οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.

  τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης 765

  δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο

  θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,

  ἀγχοῦ δ' ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι:

  Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ

  ποῦ τοι Δηί̈φοβός τε βίη θ' Ἑλένοιο ἄνακτος 770

  Ἀσιάδης τ' Ἀδάμας ἠδ' Ἄσιος Ὑρτάκου υἱός;

  ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ' ἄκρης

  Ἴλιος αἰπεινή: νῦν τοι σῶς αἰπὺς ὄλεθρος.

  τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:

  Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 775

  ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο

  μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ:

  ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,

  ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι

  νωλεμέως: ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 780

  οἴω Δηί̈φοβός τε βίη θ' Ἑλένοιο ἄνακτος

  οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν

  ἀμφοτέρω κατὰ χεῖρα: φόνον δ' ἤμυνε Κρονίων.

  νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει:

  ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι 785

  ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.

  πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.

  ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως:

  βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν

  ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 790

  Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην

  Πάλμύν τ' Ἀσκάνιόν τε Μόρυν θ' υἷ' Ἱπποτίωνος,

  οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ

  ἠοῖ τῇ προτέρῃ: τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.

  οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 795

  ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,

  θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ

  κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης

  κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἐπ' ἄλλα:

  ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι, 800

  χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.

  Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ

  Πριαμίδης: πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐί̈σην

  ῥινοῖσιν πυκινήν, πολλὸς δ' ἐπελήλατο χαλκός:

  ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. 805

  πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,

  εἴ πώς οἱ εἴξειαν ὑ�
�ασπίδια προβιβῶντι:

  ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.

  Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων:

  δαιμόνιε σχεδὸν ἐλθέ: τί ἢ δειδίσσεαι αὔτως 810

  Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,

  ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.

  ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν

  νῆας: ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.

  ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 815

  χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

  σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων

  ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι

  θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,

  οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο. 820

  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις

  αἰετὸς ὑψιπέτης: ἐπὶ δ' ἴαχε λαὸς Ἀχαιῶν

  θάρσυνος οἰωνῷ: ὃ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ:

  Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες:

  εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 825

  εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,

  τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων,

  ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι

  πᾶσι μάλ', ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς

  μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα 830

  δάψει: ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνοὺς

  δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.

 

‹ Prev