Book Read Free

Complete Works of Homer

Page 591

by Homer

Τυδεί̈δης Ὀδυσεύς τε καὶ Ἀτρεί̈δης Ἀγαμέμνων:

  οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον: 380

  ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.

  αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροὶ̈ νώροπα χαλκὸν

  βάν ῥ' ἴμεν: ἦρχε δ' ἄρά σφι Ποσειδάων ἐνοσίχθων

  δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ

  εἴκελον ἀστεροπῇ: τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι 385

  ἐν δαὶ̈ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.

  Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.

  δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν

  κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,

  ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ' Ἀργείοισιν ἀρήγων. 390

  ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε

  Ἀργείων: οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

  οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον

  ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ:

  οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο 395

  οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην:

  οὔτ' ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι

  ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,

  ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ

  δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν. 400

  Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

  ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε,

  τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,

  ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου:

  τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ' Ἕκτωρ, 405

  ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,

  ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.

  τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας

  χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν

  πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας 410

  στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,

  στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ.

  ὡς δ' ὅθ' ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς

  πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ

  ἐξ αὐτῆς, τὸν δ' οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται 415

  ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,

  ὣς ἔπεσ' Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι:

  χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη

  καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

  οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν 420

  ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

  αἰχμάς: ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαῶν

  οὐτάσαι οὐδὲ βαλεῖν: πρὶν γὰρ περίβησαν ἄριστοι

  Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ

  Σαρπηδών τ' ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. 425

  τῶν δ' ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν

  ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ' ἄρ' ἑταῖροι

  χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ' ἵκεθ' ἵππους

  ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

  ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες: 430

  οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

  ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

  Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

  ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ

  χεῦαν: ὃ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, 435

  ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν:

  αὖτις δ' ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε

  νὺξ ἐκάλυψε μέλαινα: βέλος δ' ἔτι θυμὸν ἐδάμνα.

  Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα

  μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 440

  ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας

  Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

  Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηὶ̈ς ἀμύμων

  Ἤνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος.

  τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 445

  οὖτα κατὰ λαπάρην: ὃ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτῷ

  Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.

  τῷ δ' ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ

  Πανθοί̈δης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον

  υἱὸν Ἀρηϊλύκοιο, δι' ὤμου δ' ὄβριμον ἔγχος 450

  ἔσχεν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

  Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας:

  οὐ μὰν αὖτ' ὀί̈ω μεγαθύμου Πανθοί̈δαο

  χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,

  ἀλλά τις Ἀργείων κόμισε χροί̈, καί μιν ὀί̈ω 455

  αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

  ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο:

  Αἴαντι δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινε

  τῷ Τελαμωνιάδῃ: τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.

  καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. 460

  Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κῆρα
μέλαιναν

  λικριφὶς ἀί̈ξας, κόμισεν δ' Ἀντήνορος υἱὸς

  Ἀρχέλοχος: τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.

  τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,

  νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε: 465

  τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε

  οὔδεϊ πλῆντ' ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.

  Αἴας δ' αὖτ' ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι:

  φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες

  ἦ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι 470

  ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,

  ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο

  ἢ πάϊς: αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

  ἦ ῥ' εὖ γιγνώσκων, Τρῶας δ' ἄχος ἔλλαβε θυμόν.

  ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ 475

  ἀμφὶ κασιγνήτῳ βεβαώς: ὃ δ' ὕφελκε ποδοῖιν.

  τῷ δ' Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σας:

  Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι

  οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς

  ἡμῖν, ἀλλά ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες. 480

  φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει

  ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

  δηρὸν ἄτιτος ἔῃ: τὼ καί κέ τις εὔχεται ἀνὴρ

  γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.

  ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο: 485

  Πηνέλεῳ δὲ μάλιστα δαί̈φρονι θυμὸν ὄρινεν:

  ὁρμήθη δ' Ἀκάμαντος: ὃ δ' οὐχ ὑπέμεινεν ἐρωὴν

  Πηνελέωο ἄνακτος: ὃ δ' οὔτασεν Ἰλιονῆα

  υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα

  Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε: 490

  τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.

  τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,

  ἐκ δ' ὦσε γλήνην: δόρυ δ' ὀφθαλμοῖο διὰ πρὸ

  καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας

  ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 495

  αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε

  αὐτῇ σὺν πήληκι κάρη: ἔτι δ' ὄβριμον ἔγχος

  ἦεν ἐν ὀφθαλμῷ: ὃ δὲ φὴ κώδειαν ἀνασχὼν

  πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα:

  εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος 500

  πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν:

  οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο

  ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ

  ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.

  ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, 505

  πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

  ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι

  ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν

  ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.

  Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα 510

  Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων:

  Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε:

  Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,

  Τεῦκρος δὲ Προθόωνά τ' ἐνήρατο καὶ Περιφήτην:

  Ἀτρεί̈δης δ' ἄρ' ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν 515

  οὖτα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε

  δῃώσας: ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν

  ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.

  πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός:

  οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν 520

  ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.

  Ῥαψωδία ο

  αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν

  φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,

  οἳ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες

  χλωροὶ ὑπαὶ δείους πεφοβημένοι: ἔγρετο δὲ Ζεὺς

  Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, 5

  στῆ δ' ἄρ' ἀναί̈ξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς

  τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν

  Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα:

  Ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ' ἑταῖροι

  εἵαθ', ὃ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων 10

  αἷμ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν.

  τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,

  δεινὰ δ' ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν:

  ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη

  Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. 15

  οὐ μὰν οἶδ' εἰ αὖτε κακορραφίης ἀλεγεινῆς

  πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.

  ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν

  ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα

  χρύσεον ἄρρηκτον; σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν 20

  ἐκρέμω: ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

  λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν: ὃν δὲ λάβοιμι

  ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ' ἂν ἵκηται

  γῆν ὀλιγηπελέω�
�: ἐμὲ δ' οὐδ' ὧς θυμὸν ἀνίει

  ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, 25

  τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας

  πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα,

  καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας.

  τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις

  Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. 30

  τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων,

  ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,

  ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ' ἀπάτησας.

  ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,

  καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα: 35

  ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

  καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος

  ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,

  σή θ' ἱερὴ κεφαλὴ καὶ νωί̈τερον λέχος αὐτῶν

  κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι: 40

  μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων

  πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει,

  ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,

  τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.

  αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην 45

  τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.

  ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,

  καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:

 

‹ Prev