Book Read Free

Complete Works of Homer

Page 643

by Homer


  στῆσεν ἄρ' ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς

  ἵσταντ' ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ' ὑπ' ἀπήνης 5

  ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.

  αὐτὴ δ' ἐς θάλαμον ἑὸν ἤιε: δαῖε δέ οἱ πῦρ

  γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,

  τήν ποτ' Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι:

  Ἀλκινόῳ δ' αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν 10

  Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν:

  ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.

  ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.

  καὶ τότ' Ὀδυσσεὺς ὦρτο πόλινδ' ἴμεν: ἀμφὶ δ' Ἀθήνη

  πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ' Ὀδυσῆι, 15

  μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας

  κερτομέοι τ' ἐπέεσσι καὶ ἐξερέοιθ' ὅτις εἴη.

  ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,

  ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,

  παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ. 20

  στῆ δὲ πρόσθ' αὐτοῦ, ὁ δ' ἀνείρετο δῖος Ὀδυσσεύς:

  "ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο

  Ἀλκινόου, ὃς τοῖσδε μετ' ἀνθρώποισι ἀνάσσει;

  καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω

  τηλόθεν ἐξ ἀπίης γαίης: τῷ οὔ τινα οἶδα 25

  ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν."

  τὸν δ' αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:

  "τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,

  δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.

  ἀλλ' ἴθι σιγῇ τοῖον, ἐγὼ δ' ὁδὸν ἡγεμονεύσω, 30

  μηδέ τιν' ἀνθρώπων προτιόσσεο μηδ' ἐρέεινε.

  οὐ γὰρ ξείνους οἵδε μάλ' ἀνθρώπους ἀνέχονται,

  οὐδ' ἀγαπαζόμενοι φιλέουσ' ὅς κ' ἄλλοθεν ἔλθῃ.

  νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι

  λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκ' ἐνοσίχθων: 35

  τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα."

  ὣς ἄρα φωνήσασ' ἡγήσατο Παλλὰς Ἀθήνη

  καρπαλίμως: ὁ δ' ἔπειτα μετ' ἴχνια βαῖνε θεοῖο.

  τὸν δ' ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν

  ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας: οὐ γὰρ Ἀθήνη 40

  εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν

  θεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμῷ.

  θαύμαζεν δ' Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας

  αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ

  ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. 45

  ἀλλ' ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ' ἵκοντο,

  τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη:

  "οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις

  πεφραδέμεν: δήεις δὲ διοτρεφέας βασιλῆας

  δαίτην δαινυμένους: σὺ δ' ἔσω κίε, μηδέ τι θυμῷ 50

  τάρβει: θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων

  ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.

  δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν:

  Ἀρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων

  τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. 55

  Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων

  γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,

  ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,

  ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.

  ἀλλ' ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ' αὐτός: 60

  τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα

  Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε:

  Ναυσίθοος δ' ἔτεκεν Ῥηξήνορά τ' Ἀλκίνοόν τε.

  τὸν μὲν ἄκουρον ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων

  νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα 65

  Ἀρήτην: τὴν δ' Ἀλκίνοος ποιήσατ' ἄκοιτιν,

  καί μιν ἔτισ', ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,

  ὅσσαι νῦν γε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν.

  ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν

  ἔκ τε φίλων παίδων ἔκ τ' αὐτοῦ Ἀλκινόοιο 70

  καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες

  δειδέχαται μύθοισιν, ὅτε στείχῃσ' ἀνὰ ἄστυ.

  οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ:

  ᾗσι τ' ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.

  εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ' ἐνὶ θυμῷ, 75

  ἐλπωρή τοι ἔπειτα φίλους τ' ἰδέειν καὶ ἱκέσθαι

  οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν."

  ὣς ἄρα φωνήσασ' ἀπέβη γλαυκῶπις Ἀθήνη

  πόντον ἐπ' ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,

  ἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, 80

  δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς

  Ἀλκινόου πρὸς δώματ' ἴε κλυτά: πολλὰ δέ οἱ κῆρ

  ὥρμαιν' ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.

  ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης

  δῶμα καθ' ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. 85

  χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ' ἔνθα καὶ ἔνθα,

  ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο:

  �
�ρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον:

  σταθμοὶ δ' ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,

  ἀργύρεον δ' ἐφ' ὑπερθύριον, χρυσέη δὲ κορώνη. 90

  χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,

  οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι

  δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,

  ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.

  ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα, 95

  ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ' ἐνὶ πέπλοι

  λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.

  ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο

  πίνοντες καὶ ἔδοντες: ἐπηετανὸν γὰρ ἔχεσκον.

  χρύσειοι δ' ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν 100

  ἕστασαν αἰθομένας δαί̈δας μετὰ χερσὶν ἔχοντες,

  φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.

  πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες

  αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,

  αἱ δ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν 105

  ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο:

  καιρουσσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.

  ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν

  νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες

  ἱστῶν τεχνῆσσαι: πέρι γάρ σφισι δῶκεν Ἀθήνη 110

  ἔργα τ' ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.

  ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων

  τετράγυος: περὶ δ' ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.

  ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,

  ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι 115

  συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.

  τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ' ἀπολείπει

  χείματος οὐδὲ θέρευς, ἐπετήσιος: ἀλλὰ μάλ' αἰεὶ

  Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.

  ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, μῆλον δ' ἐπὶ μήλῳ, 120

  αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ' ἐπὶ σύκῳ.

  ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,

  τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ

  τέρσεται ἠελίῳ, ἑτέρας δ' ἄρα τε τρυγόωσιν,

  ἄλλας δὲ τραπέουσι: πάροιθε δέ τ' ὄμφακές εἰσιν 125

  ἄνθος ἀφιεῖσαι, ἕτεραι δ' ὑποπερκάζουσιν.

  ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον

  παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι:

  ἐν δὲ δύω κρῆναι ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα

  σκίδναται, ἡ δ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι 130

  πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.

  τοῖ' ἄρ' ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.

  ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.

  αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,

  καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. 135

  εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας

  σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,

  ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.

  αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς

  πολλὴν ἠέρ' ἔων, ἥν οἱ περίχευεν Ἀθήνη, 140

  ὄφρ' ἵκετ' Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.

  ἀμφὶ δ' ἄρ' Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,

  καὶ τότε δή ῥ' αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.

  οἱ δ' ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες:

  θαύμαζον δ' ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς: 145

  "Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,

  σόν τε πόσιν σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας

  τούσδε τε δαιτυμόνας: τοῖσιν θεοὶ ὄλβια δοῖεν

  ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος

  κτήματ' ἐνὶ μεγάροισι γέρας θ' ὅ τι δῆμος ἔδωκεν: 150

  αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ' ἱκέσθαι

  θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω."

  ὣς εἰπὼν κατ' ἄρ' ἕζετ' ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν

  πὰρ πυρί: οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

  ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, 155

  ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν

  καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς:

  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:

  "Ἀλκίνο', οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,

  ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ' ἐσχάρῃ ἐν κονίῃσιν, 160

  οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.

  ἄλλ' ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου

  εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον

  οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ

  σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ: 165

  δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων."

  αὐτὰρ ἐπεὶ τό γ' ἄκουσ' ἱερὸν μένος Ἀλκινόοιο,

  χειρὸς ἑλὼν Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην

  ὦρσεν ἀπ' ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,

  υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, 170

  ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.

  χέρ
νιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

  καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,

  νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.

  σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, 175

  εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.

  αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.

  καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:

  "Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον

  πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ 180

  σπείσομεν, ὅς θ' ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ."

  ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,

  νώμησεν δ' ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.

  αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ', ὅσον ἤθελε θυμός,

  τοῖσιν δ' Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε: 185

  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

  νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ' ἰόντες:

  ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες

  ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν 190

  ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς

  μνησόμεθ', ὥς χ' ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης

  πομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται

  χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,

  μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, 195

  πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι: ἔνθα δ' ἔπειτα

 

‹ Prev