Book Read Free

Complete Works of Homer

Page 646

by Homer


  ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.

  δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.

  οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ 230

  Φαιήκων: λίην γὰρ ἀεικελίως ἐδαμάσθην

  κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα

  ἦεν ἐπηετανός: τῷ μοι φίλα γυῖα λέλυνται."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.

  Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν: 235

  "ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις,

  ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,

  χωόμενος ὅτι σ' οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς

  νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,

  ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν: 240

  ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ

  εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι

  δαινύῃ παρὰ σῇ τ' ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,

  ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν

  Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. 245

  οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,

  ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,

  αἰεὶ δ' ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε

  εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.

  ἀλλ' ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, 250

  παίσατε, ὥς χ' ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν

  οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ' ἄλλων

  ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.

  Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν

  οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν." 255

  ὣς ἔφατ' Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ

  οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.

  αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν

  δήμιοι, οἳ κατ' ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,

  λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα. 260

  κῆρυξ δ' ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν

  Δημοδόκῳ: ὁ δ' ἔπειτα κί' ἐς μέσον: ἀμφὶ δὲ κοῦροι

  πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,

  πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς

  μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ. 265

  αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν

  ἀμφ' Ἄρεος φιλότητος εὐστεφάνου τ' Ἀφροδίτης,

  ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι

  λάθρῃ, πολλὰ δ' ἔδωκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν

  Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν 270

  Ἥλιος, ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι.

  Ἥφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,

  βῆ ῥ' ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,

  ἐν δ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς

  ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν. 275

  αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,

  βῆ ῥ' ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι' ἔκειτο,

  ἀμφὶ δ' ἄρ' ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ:

  πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,

  ἠύτ' ἀράχνια λεπτά, τά γ' οὔ κέ τις οὐδὲ ἴδοιτο, 280

  οὐδὲ θεῶν μακάρων: πέρι γὰρ δολόεντα τέτυκτο.

  αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,

  εἴσατ' ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,

  ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.

  οὐδ' ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, 285

  ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα:

  βῆ δ' ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο

  ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.

  ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος

  ἐρχομένη κατ' ἄρ' ἕζεθ': ὁ δ' εἴσω δώματος ᾔει, 290

  ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  "δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες:

  οὐ γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη

  οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους."

  ὣς φάτο, τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. 295

  τὼ δ' ἐς δέμνια βάντε κατέδραθον: ἀμφὶ δὲ δεσμοὶ

  τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,

  οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι.

  καὶ τότε δὴ γίγνωσκον, ὅ τ' οὐκέτι φυκτὰ πέλοντο.

  ἀγχίμολον δέ σφ' ἦλθε περικλυτὸς ἀμφιγυήεις, 300

  αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι:

  Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.

  βῆ δ' ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ:

  ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει:

  σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν: 305

  "Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

  δεῦθ', ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,

  ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη

  αἰὲν ἀτιμάζει, φιλέει δ' ἀίδηλον Ἄρηα,

  οὕνεχ' ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε 310


  ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,

  ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.

  ἀλλ' ὄψεσθ', ἵνα τώ γε καθεύδετον ἐν φιλότητι

  εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δ' ὁρόων ἀκάχημαι.

  οὐ μέν σφεας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτως 315

  καὶ μάλα περ φιλέοντε: τάχ' οὐκ ἐθελήσετον ἄμφω

  εὕδειν: ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,

  εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,

  ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,

  οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος." 320

  ὣς ἔφαθ', οἱ δ' ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ:

  ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ' ἐριούνης

  Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.

  θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.

  ἔσταν δ' ἐν προθύροισι θεοί, δωτῆρες ἑάων: 325

  ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι

  τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.

  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:

  "οὐκ ἀρετᾷ κακὰ ἔργα: κιχάνει τοι βραδὺς ὠκύν,

  ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα 330

  ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,

  χωλὸς ἐὼν τέχνῃσι: τὸ καὶ μοιχάγρι' ὀφέλλει."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:

  Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:

  "Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, 335

  ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς

  εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;"

  τὸν δ' ἠμείβετ' ἔπειτα διάκτορος ἀργεϊφόντης:

  "αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ' Ἄπολλον:

  δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, 340

  ὑμεῖς δ' εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,

  αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ."

  ὣς ἔφατ', ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσιν.

  οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ' αἰεὶ

  Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. 345

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "λῦσον: ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,

  τίσειν αἴσιμα πάντα μετ' ἀθανάτοισι θεοῖσιν."

  τὸν δ' αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις:

  "μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε: 350

  δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.

  πῶς ἂν ἐγώ σε δέοιμι μετ' ἀθανάτοισι θεοῖσιν,

  εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;"

  τὸν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων:

  "Ἥφαιστ', εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας 355

  οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω."

  τὸν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις:

  "οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι."

  ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.

  τὼ δ' ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, 360

  αὐτίκ' ἀναί̈ξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,

  ἡ δ' ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,

  ἐς Πάφον: ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.

  ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

  ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, 365

  ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.

  ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς

  τέρπετ' ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι

  Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.

  Ἀλκίνοος δ' Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν 370

  μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.

  οἱ δ' ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,

  πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαί̈φρων,

  τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα

  ἰδνωθεὶς ὀπίσω, ὁ δ' ἀπὸ χθονὸς ὑψόσ' ἀερθεὶς 375

  ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.

  αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν' ἰθὺν πειρήσαντο,

  ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ

  ταρφέ' ἀμειβομένω: κοῦροι δ' ἐπελήκεον ἄλλοι

  ἑστεῶτες κατ' ἀγῶνα, πολὺς δ' ὑπὸ κόμπος ὀρώρει. 380

  δὴ τότ' ἄρ' Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς:

  "Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

  ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,

  ἠδ' ἄρ' ἑτοῖμα τέτυκτο: σέβας μ' ἔχει εἰσορόωντα."

  ὣς φάτο, γήθησεν δ' ἱερὸν μένος Ἀλκινόοιο, 385

  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:

  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.

  ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.

  ἀλλ' ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.

  δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες 390

  ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός:

  τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα

  καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.

  αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ' ἐνὶ
χερσὶν

  ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. 395

  Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι

  καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ἠδ' ἐκέλευον,

  δῶρα δ' ἄρ' οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.

  τὸν δ' αὖτ' Εὐρύαλος ἀπαμείβετο φώνησέν τε: 400

  "Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

  τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.

  δώσω οἱ τόδ' ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη

  ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος

  ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιον ἔσται." 405

  ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "χαῖρε, πάτερ ὦ ξεῖνε: ἔπος δ' εἴ πέρ τι βέβακται

  δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.

  σοὶ δὲ θεοὶ ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσθαι 410

  δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

  μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο

  τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν." 415

 

‹ Prev