Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 647
Complete Works of Homer Page 647

by Homer


  ἦ ῥα καὶ ἀμφ' ὤμοισι θέτο ξίφος ἀργυρόηλον.

  δύσετό τ' ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.

  καὶ τά γ' ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί:

  δεξάμενοι δ' ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο

  μητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα. 420

  τοῖσιν δ' ἡγεμόνευ' ἱερὸν μένος Ἀλκινόοιο,

  ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.

  δή ῥα τότ' Ἀρήτην προσέφη μένος Ἀλκινόοιο:

  "δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ', ἥ τις ἀρίστη:

  ἐν δ' αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα. 425

  ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ,

  ὄφρα λοεσσάμενός τε ἰδών τ' ἐὺ κείμενα πάντα

  δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ' ἔνεικαν,

  δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.

  καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω, 430

  χρύσεον, ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα

  σπένδῃ ἐνὶ μεγάρῳ Διί τ' ἄλλοισίν τε θεοῖσιν."

  ὣς ἔφατ', Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν

  ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.

  αἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ, 435

  ἔν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.

  γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ:

  τόφρα δ' ἄρ' Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν

  ἐξέφερεν θαλάμοιο, τίθει δ' ἐνὶ κάλλιμα δῶρα,

  ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν: 440

  ἐν δ' αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,

  καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα:

  "αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλον,

  μή τίς τοι καθ' ὁδὸν δηλήσεται, ὁππότ' ἂν αὖτε

  εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ." 445

  αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,

  αὐτίκ' ἐπήρτυε πῶμα, θοῶς δ' ἐπὶ δεσμὸν ἴηλεν

  ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη:

  αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἀνώγει

  ἔς ῥ' ἀσάμινθον βάνθ': ὁ δ' ἄρ ἀσπασίως ἴδε θυμῷ 450

  θερμὰ λοέτρ', ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,

  ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.

  τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.

  τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

  ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, 455

  ἔκ ῥ' ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας

  ἤιε: Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα

  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

  θαύμαζεν δ' Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,

  καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα: 460

  "χαῖρε, ξεῖν', ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ

  μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι' ὀφέλλεις."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.

  "Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,

  οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, 465

  οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι:

  τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην

  αἰεὶ ἤματα πάντα: σὺ γάρ μ' ἐβιώσαο, κούρη."

  ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρ' Ἀλκίνοον βασιλῆα:

  οἱ δ' ἤδη μοίρας τ' ἔνεμον κερόωντό τε οἶνον. 470

  κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,

  Δημόδοκον λαοῖσι τετιμένον: εἷσε δ' ἄρ' αὐτὸν

  μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.

  δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,

  νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, 475

  ἀργιόδοντος ὑός, θαλερὴ δ' ἦν ἀμφὶς ἀλοιφή:

  "κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,

  Δημοδόκῳ: καί μιν προσπτύξομαι ἀχνύμενός περ:

  πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ

  τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σφέας 480

  οἴμας μοῦσ' ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν."

  ὣς ἄρ' ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν

  ἥρῳ Δημοδόκῳ: ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ.

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 485

  δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς:

  "Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων.

  ἢ σέ γε μοῦσ' ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ' Ἀπόλλων:

  λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,

  ὅσσ' ἔρξαν τ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν Ἀχαιοί, 490

  ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.

  ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον

  δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,

  ὅν ποτ' ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς

  ἀνδρῶν ἐμπλήσας οἵ ῥ' Ἴλιον ἐξαλάπαξαν. 495

  αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,

  αὐτίκ' ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,

  ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν."

  ὣς φάθ', �
� δ' ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ' ἀοιδήν,

  ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν 500

  βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,

  Ἀργεῖοι, τοὶ δ' ἤδη ἀγακλυτὸν ἀμφ' Ὀδυσῆα

  ἥατ' ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ:

  αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.

  ὣς ὁ μὲν ἑστήκει, τοὶ δ' ἄκριτα πόλλ' ἀγόρευον 505

  ἥμενοι ἀμφ' αὐτόν: τρίχα δέ σφισιν ἥνδανε βουλή,

  ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,

  ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ' ἄκρης,

  ἢ ἐάαν μέγ' ἄγαλμα θεῶν θελκτήριον εἶναι,

  τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν: 510

  αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ

  δουράτεον μέγαν ἵππον, ὅθ' ἥατο πάντες ἄριστοι

  Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.

  ἤειδεν δ' ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν

  ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. 515

  ἄλλον δ' ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,

  αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο

  βήμεναι, ἠύτ' Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.

  κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα

  νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. 520

  ταῦτ' ἄρ' ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς

  τήκετο, δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.

  ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,

  ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,

  ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ: 525

  ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα

  ἀμφ' αὐτῷ χυμένη λίγα κωκύει: οἱ δέ τ' ὄπισθε

  κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους

  εἴρερον εἰσανάγουσι, πόνον τ' ἐχέμεν καὶ ὀιζύν:

  τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί: 530

  ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν.

  ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,

  Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδ' ἐνόησεν,

  ἥμενος ἄγχ' αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.

  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα: 535

  "κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,

  Δημόδοκος δ' ἤδη σχεθέτω φόρμιγγα λίγειαν:

  οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει.

  ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,

  ἐκ τοῦ δ' οὔ πω παύσατ' ὀιζυροῖο γόοιο 540

  ὁ ξεῖνος: μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.

  ἀλλ' ἄγ' ὁ μὲν σχεθέτω, ἵν' ὁμῶς τερπώμεθα πάντες,

  ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως:

  εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται,

  πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες. 545

  ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται

  ἀνέρι, ὅς τ' ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.

  τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν

  ὅττι κέ σ' εἴρωμαι: φάσθαι δέ σε κάλλιόν ἐστιν.

  εἴπ' ὄνομ' ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε 550

  ἄλλοι θ' οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.

  οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ' ἀνθρώπων,

  οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,

  ἀλλ' ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.

  εἰπὲ δέ μοι γαῖάν τε: τεὴν δῆμόν τε πόλιν τε, 555

  ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες:

  οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,

  οὐδέ τι πηδάλι' ἔστι, τά τ' ἄλλαι νῆες ἔχουσιν:

  ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,

  καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς 560

  ἀνθρώπων, καὶ λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν

  ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι: οὐδέ ποτέ σφιν

  οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι.

  ἀλλὰ τόδ' ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα

  Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι 565

  ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.

  φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα

  ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ

  ῥαισέμεναι, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.

  ὣς ἀγόρευ' ὁ γέρων: τὰ δέ κεν θεὸς ἢ τελέσειεν 570

  ἤ κ' ἀτέλεστ' εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ:

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

  ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας

  ἀνθρώπων, αὐτούς τε πόλιάς τ' ἐὺ ναιετοώσας,

  ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, 575

  οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.

  εἰπὲ δ' ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ

  Ἀργείων Δαναῶν ἠδ' Ἰλίου οἶτον ἀκούων.

  τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον

  ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. 580

  ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ

  ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστ�


  κήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν;

  ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,

  ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων 585

  γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ."

  Ῥαψωδία ι

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,

  ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ

  τοιοῦδ' οἷος ὅδ' ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.

  οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι 5

  ἢ ὅτ' ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,

  δαιτυμόνες δ' ἀνὰ δώματ' ἀκουάζωνται ἀοιδοῦ

  ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι

  σίτου καὶ κρειῶν, μέθυ δ' ἐκ κρητῆρος ἀφύσσων

  οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι: 10

  τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.

  σοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα

  εἴρεσθ', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω:

  τί πρῶτόν τοι ἔπειτα, τί δ' ὑστάτιον καταλέξω;

  κήδε' ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες. 15

  νῦν δ' ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς

  εἴδετ', ἐγὼ δ' ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ

  ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.

  εἴμ' Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν

 

‹ Prev