Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 648
Complete Works of Homer Page 648

by Homer


  ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. 20

  ναιετάω δ' Ἰθάκην ἐυδείελον: ἐν δ' ὄρος αὐτῇ

  Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές: ἀμφὶ δὲ νῆσοι

  πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,

  Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.

  αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται 25

  πρὸς ζόφον, αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε,

  τρηχεῖ', ἀλλ' ἀγαθὴ κουροτρόφος: οὔ τοι ἐγώ γε

  ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.

  ἦ μέν μ' αὐτόθ' ἔρυκε Καλυψώ, δῖα θεάων,

  ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι: 30

  ὣς δ' αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν

  Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι:

  ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

  ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων

  γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον 35

  γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.

  εἰ δ' ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ' ἐνίσπω,

  ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.

  "Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,

  Ἰσμάρῳ. ἔνθα δ' ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δ' αὐτούς: 40

  ἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες

  δασσάμεθ', ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.

  ἔνθ' ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας

  ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.

  ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα 45

  ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς:

  τόφρα δ' ἄρ' οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,

  οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,

  ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ' ἵππων

  ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. 50

  ἦλθον ἔπειθ' ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,

  ἠέριοι: τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη

  ἡμῖν αἰνομόροισιν, ἵν' ἄλγεα πολλὰ πάθοιμεν.

  στησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,

  βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. 55

  ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,

  τόφρα δ' ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.

  ἦμος δ' ἠέλιος μετενίσσετο βουλυτόνδε,

  καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.

  ἓξ δ' ἀφ' ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι 60

  ὤλονθ': οἱ δ' ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.

  "ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

  οὐδ' ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,

  πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι, 65

  οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.

  νηυσὶ δ' ἐπῶρσ' ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς

  λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε

  γαῖαν ὁμοῦ καὶ πόντον: ὀρώρει δ' οὐρανόθεν νύξ.

  αἱ μὲν ἔπειτ' ἐφέροντ' ἐπικάρσιαι, ἱστία δέ σφιν 70

  τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.

  καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,

  αὐτὰς δ' ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.

  ἔνθα δύω νύκτας δύο τ' ἤματα συνεχὲς αἰεὶ

  κείμεθ', ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. 75

  ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ' Ἠώς,

  ἱστοὺς στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες

  ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον.

  καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν:

  ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν 80

  καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.

  "ἔνθεν δ' ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν

  πόντον ἐπ' ἰχθυόεντα: ἀτὰρ δεκάτῃ ἐπέβημεν

  γαίης Λωτοφάγων, οἵ τ' ἄνθινον εἶδαρ ἔδουσιν.

  ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ, 85

  αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.

  αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,

  δὴ τοτ' ἐγὼν ἑτάρους προί̈ειν πεύθεσθαι ἰόντας,

  οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες

  ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας. 90

  οἱ δ' αἶψ' οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν:

  οὐδ' ἄρα Λωτοφάγοι μήδονθ' ἑτάροισιν ὄλεθρον

  ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.

  τῶν δ' ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,

  οὐκέτ' ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, 95

  ἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοφάγοισι

  λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.

  τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,

  νηυσὶ δ' ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.

  αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους 100

  σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,

  μή πώς τις λωτοῖο φαγὼν νόστο
ιο λάθηται.

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

  ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

  "ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ: 105

  Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων

  ἱκόμεθ', οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν

  οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ' ἀρόωσιν,

  ἀλλὰ τά γ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,

  πυροὶ καὶ κριθαὶ ἠδ' ἄμπελοι, αἵ τε φέρουσιν 110

  οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.

  τοῖσιν δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,

  ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα

  ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος

  παίδων ἠδ' ἀλόχων, οὐδ' ἀλλήλων ἀλέγουσιν. 115

  "νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,

  γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ,

  ὑλήεσσ': ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν

  ἄγριαι: οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,

  οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθ' ὕλην 120

  ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.

  οὔτ' ἄρα ποίμνῃσιν καταί̈σχεται οὔτ' ἀρότοισιν,

  ἀλλ' ἥ γ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα

  ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.

  οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, 125

  οὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν

  νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα

  ἄστε' ἐπ' ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ

  ἄνδρες ἐπ' ἀλλήλους νηυσὶν περόωσι θάλασσαν:

  οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο. 130

  οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα:

  ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχθας

  ὑδρηλοὶ μαλακοί: μάλα κ' ἄφθιτοι ἄμπελοι εἶεν.

  ἐν δ' ἄροσις λείη: μάλα κεν βαθὺ λήιον αἰεὶ

  εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας. 135

  ἐν δὲ λιμὴν ἐύορμος, ἵν' οὐ χρεὼ πείσματός ἐστιν,

  οὔτ' εὐνὰς βαλέειν οὔτε πρυμνήσι' ἀνάψαι,

  ἀλλ' ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων

  θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.

  αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, 140

  κρήνη ὑπὸ σπείους: περὶ δ' αἴγειροι πεφύασιν.

  ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν

  νύκτα δι' ὀρφναίην, οὐδὲ προυφαίνετ' ἰδέσθαι:

  ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ' ἦν, οὐδὲ σελήνη

  οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν. 145

  ἔνθ' οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,

  οὔτ' οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον

  εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.

  κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,

  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης: 150

  ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.

  "ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

  νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατ' αὐτήν.

  ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,

  αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. 155

  αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους

  εἱλόμεθ' ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες

  βάλλομεν: αἶψα δ' ἔδωκε θεὸς μενοεικέα θήρην.

  νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην

  ἐννέα λάγχανον αἶγες: ἐμοὶ δὲ δέκ' ἔξελον οἴῳ. 160

  "ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ:

  οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,

  ἀλλ' ἐνέην: πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι

  ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες. 165

  Κυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,

  καπνόν τ' αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.

  ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,

  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

  ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, 170

  καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον:

  "'ἄλλοι μὲν νῦν μίμνετ', ἐμοὶ ἐρίηρες ἑταῖροι:

  αὐτὰρ ἐγὼ σὺν νηί τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν

  ἐλθὼν τῶνδ' ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,

  ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, 175

  ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.'

  "ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ' ἑταίρους

  αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

  οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

  ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. 180

  ἀλλ' ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ' ἐγγὺς ἐόντα,

  ἔνθα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,

  ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ

  μῆλ', ὄιές τε καὶ αἶγες, ἰαύεσκον: περὶ δ' αὐλὴ

  ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι 185

  μακρῇσίν τε πίτυσσιν ἰδὲ δρ
υσὶν ὑψικόμοισιν.

  ἔνθα δ' ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα

  οἶος ποιμαίνεσκεν ἀπόπροθεν: οὐδὲ μετ' ἄλλους

  πωλεῖτ', ἀλλ' ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.

  καὶ γὰρ θαῦμ' ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει 190

  ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι

  ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπ' ἄλλων.

  "δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους

  αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,

  αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ' ἀρίστους 195

  βῆν: ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο

  ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,

  ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,

  οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ' ἠδὲ γυναικὶ

  ἁζόμενοι: ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι 200

  Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα:

  χρυσοῦ μέν μοι ἔδωκ' ἐυεργέος ἑπτὰ τάλαντα,

  δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα

  οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας

  ἡδὺν ἀκηράσιον, θεῖον ποτόν: οὐδέ τις αὐτὸν 205

  ἠείδη δμώων οὐδ' ἀμφιπόλων ἐνὶ οἴκῳ,

  ἀλλ' αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί' οἴη.

  τὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,

  ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα

  χεῦ', ὀδμὴ δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει 210

  θεσπεσίη: τότ' ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.

 

‹ Prev