Book Read Free

Complete Works of Homer

Page 660

by Homer


  ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων 40

  ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω

  ἔδμεναι: αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς

  πλάζετ' ἐπ' ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,

  εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

  ἀλλ' ἕπεο, κλισίηνδ' ἴομεν, γέρον, ὄφρα καὶ αὐτός, 45

  σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,

  εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε' ἀνέτλης."

  ὣς εἰπὼν κλισίηνδ' ἡγήσατο δῖος ὑφορβός,

  εἷσεν δ' εἰσαγαγών, ῥῶπας δ' ὑπέχευε δασείας,

  ἐστόρεσεν δ' ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός, 50

  αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ' Ὀδυσσεὺς

  ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι

  ὅττι μάλιστ' ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο."

  τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα: 55

  "ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι,

  ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες

  ξεῖνοί τε πτωχοί τε: δόσις δ' ὀλίγη τε φίλη τε

  γίγνεται ἡμετέρη: ἡ γὰρ δμώων δίκη ἐστὶν

  αἰεὶ δειδιότων, ὅτ' ἐπικρατέωσιν ἄνακτες 60

  οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,

  ὅς κεν ἔμ' ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,

  οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,

  οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,

  ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ' ἐπὶ ἔργον ἀέξῃ, 65

  ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.

  τῷ κέ με πόλλ' ὤνησεν ἄναξ, εἰ αὐτόθ' ἐγήρα:

  ἀλλ' ὄλεθ'--ὡς ὤφελλ' Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι

  πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε:

  καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς 70

  Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο."

  ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,

  βῆ δ' ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.

  ἔνθεν ἑλὼν δύ' ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,

  εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρεν. 75

  ὀπτήσας δ' ἄρα πάντα φέρων παρέθηκ' Ὀδυσῆϊ

  θέρμ' αὐτοῖς ὀβελοῖσιν: ὁ δ' ἄλφιτα λευκὰ πάλυνεν:

  ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,

  αὐτὸς δ' ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα:

  "ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, 80

  χοίρε': ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,

  οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ' ἐλεητύν.

  οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,

  ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ' ἀνθρώπων.

  καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ' ἐπὶ γαίης 85

  ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληί̈δα δώῃ,

  πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,

  καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.

  οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τιν' ἔκλυον αὐδήν,

  κείνου λυγρὸν ὄλεθρον, ὅτ' οὐκ ἐθέλουσι δικαίως 90

  μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ', ἀλλὰ ἕκηλοι

  κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.

  ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,

  οὔ ποθ' ἓν ἱρεύουσ' ἱερήϊον, οὐδὲ δύ' οἴω:

  οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες. 95

  ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος: οὔ τινι τόσση

  ἀνδρῶν ἡρώων, οὔτ' ἠπείροιο μελαίνης

  οὔτ' αὐτῆς Ἰθάκης: οὐδὲ ξυνεείκοσι φωτῶν

  ἔστ' ἄφενος τοσσοῦτον: ἐγὼ δέ κέ τοι καταλέξω.

  δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι: τόσα πώεα οἰῶν, 100

  τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν

  βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.

  ?νθάδε δ' αἰπόλια πλατέ' αἰγῶν ἕνδεκα πάντα

  ἐσχατιῇ βόσκοντ', ἐπὶ δ' ἀνέρες ἐσθλοὶ ὄρονται.

  τῶν αἰεί σφιν ἕκαστος ἐπ' ἤματι μῆλον ἀγινεῖ, 105

  ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.

  αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,

  καί σφι συῶν τὸν ἄριστον ἐὺ̈ κρίνας ἀποπέμπω."

  ὣς φύθ', ὁ δ' ἐνδυκέως κρέα τ' ἤσθιε πῖνέ τε οἶνον

  ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν. 110

  αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,

  καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,

  οἴνου ἐνίπλειον: ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ,

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, 115

  ὧδε μάλ' ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;

  φῆς δ' αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.

  εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.

  Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

  εἴ κέ μιν ἀγγείλαιμι ἰδών: ἐπὶ πολλὰ δ' ἀλήθην." 120

  τὸν δ' ἠμείβετ' ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν:

  "ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενο
ς ἐλθὼν

  ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,

  ἀλλ' ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται

  ψεύδοντ', οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι. 125

  ὃς δέ κ' ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,

  ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:

  ἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,

  καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,

  ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ' ὄληται. 130

  αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.

  εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.

  τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ

  ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν:

  ἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ 135

  κεῖται ἐπ' ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.

  ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε, φίλοισι δὲ κήδε' ὀπίσσω

  πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ' ἄλλον

  ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ' ἐπέλθω,

  οὐδ' εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι 140

  οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοί.

  οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ

  ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:

  ἀλλά μ' Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.

  τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ' ὀνομάζειν 145

  αἰδέομαι: πέρι γάρ μ' ἐφίλει καὶ κήδετο θυμῷ:

  ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα."

  τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:

  "ὦ φίλ', ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ' ἔτι φῇσθα

  κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος: 150

  ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,

  ὡς νεῖται Ὀδυσεύς: εὐαγγέλιον δέ μοι ἔστω

  αὐτίκ', ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ' ἵκηται:

  ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά:

  πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. 155

  ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀί̈δαο πύλῃσι

  γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.

  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,

  ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω:

  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. 160

  τοῦδ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς.

  τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο,

  οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου

  ἐνθάδ' ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν."

  τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα: 165

  "ὦ γέρον, οὔτ' ἄρ' ἐγὼν εὐαγγέλιον τόδε τίσω,

  οὔτ' Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται: ἀλλὰ ἕκηλος

  πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων

  μίμνησκ': ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν

  ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. 170

  ἀλλ' ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς

  ἔλθοι ὅπως μιν ἐγώ γ' ἐθέλω καὶ Πηνελόπεια

  Λαέρτης θ' ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.

  νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς,

  Τηλεμάχου: τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, 175

  καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα

  πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,

  τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐί̈σας

  ἠέ τις ἀνθρώπων: ὁ δ' ἔβη μετὰ πατρὸς ἀκουὴν

  ἐς Πύλον ἠγαθέην: τὸν δὲ μνηστῆρες ἀγαυοὶ 180

  οἴκαδ' ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται

  νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.

  ἀλλ' ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ

  ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.

  ἀλλ' ἄγε μοι σύ, γεραιέ, τὰ σ' αὐτοῦ κήδε' ἐνίσπες 185

  καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδῶ:

  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

  ὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο: πῶς δέ σε ναῦται

  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

  οὐ μὲν γάρ τί σε πεζὸν ὀί̈ομαι ἐνθάδ' ἱκέσθαι." 190

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

  "τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.

  εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ

  ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,

  δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργον ἕποιεν: 195

  ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα

  οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,

  ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.

  "ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,

  ἀνέρος ἀφνειοῖο πάϊς: πολλοὶ δὲ καὶ ἄλλοι 200

  υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ' ἐγένοντο

  γνήσιοι ἐξ ἀλόχου: ἐμὲ δ' ὠνητὴ τέκε μήτηρ

  παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα

  Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι

  ὃς τότ' ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ 205r />
  ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.

  ἀλλ' ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι

  εἰς Ἀί̈δαο δόμους: τοὶ δὲ ζωὴν ἐδύσαντο

  παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,

  αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί' ἔνειμαν. 210

  ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων

  εἵνεκ' ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα

  οὐδὲ φυγοπτόλεμος: νῦν δ' ἤδη πάντα λέλοιπεν

  ἀλλ' ἔμπης καλάμην γέ σ' ὀί̈ομαι εἰσορόωντα

  γιγνώσκειν: ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. 215

  ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ' ἔδοσαν καὶ Ἀθήνη

  καὶ ῥηξηνορίην: ὁπότε κρίνοιμι λόχονδε

  ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,

  οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,

  ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον 220

  ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.

  τοῖος ἔα ἐν πολέμῳ: ἔργον δέ μοι οὐ φίλον ἔσκεν

  οὐδ' οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,

  ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν

  καὶ πόλεμοι καὶ ἄκοντες ἐύ̈ξεστοι καὶ ὀϊστοί, 225

  λυγρά, τά τ' ἄλλοισίν γε καταριγηλὰ πέλονται.

  αὐτὰρ ἐμοὶ τὰ φίλ' ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν:

  ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.

  πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν

  εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν 230

 

‹ Prev