Book Read Free

Complete Works of Homer

Page 662

by Homer


  λήθετ' ἄρ' ἀθανάτων: φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν:

  ἀλλ' ὅγ' ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν

  ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν

  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

  κόψε δ' ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων: 425

  τὸν δ' ἔλιπε ψυχή. τοὶ δ' ἔσφαξάν τε καὶ εὗσαν:

  αἶψα δέ μιν διέχευαν: ὁ δ' ὠμοθετεῖτο συβώτης,

  πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,

  καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,

  μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, 430

  ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,

  βάλλον δ' εἰν ἐλεοῖσιν ἀολλέα: ἂν δὲ συβώτης

  ἵστατο δαιτρεύσων: περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.

  καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαί̈ζων:

  τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, 435

  θῆκεν ἐπευξάμενος, τὰς δ' ἄλλας νεῖμεν ἑκάστῳ:

  νώτοισιν δ' Ὀδυσῆα διηνεκέεσσι γέραιρεν

  ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος:

  καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:

  "αἴθ' οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο 440

  ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντ' ἀγαθοῖσι γεραίρεις."

  τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:

  "ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,

  οἷα πάρεστι: θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ' ἐάσει,

  ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ: δύναται γὰρ ἅπαντα." 445

  ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,

  σπείσας δ' αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ

  ἐν χείρεσσιν ἔθηκεν: ὁ δ' ἕζετο ᾗ παρὰ μοίρῃ.

  σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης

  αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, 450

  νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος:

  πὰρ δ' ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

  σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ' ἐπὶ κοῖτον 455

  σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.

  νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ' ἄρα Ζεὺς

  πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.

  τοῖς δ' Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

  εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν' ἑταίρων 460

  ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην:

  "κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,

  εὐξάμενός τι ἔπος ἐρέω: οἶνος γὰρ ἀνώγει

  ἠλεός, ὅς τ' ἐφέηκε πολύφρονά περ μάλ' ἀεῖσαι

  καί θ' ἁπαλὸν γελάσαι, καί τ' ὀρχήσασθαι ἀνῆκε, 465

  καί τι ἔπος προέηκεν ὅ περ τ' ἄρρητον ἄμεινον.

  ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.

  εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,

  ὡς ὅθ' ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.

  ἡγείσθην δ' Ὀδυσεύς τε καὶ Ἀτρεί̈δης Μενέλαος, 470

  τοῖσι δ' ἅμα τρίτος ἄρχον ἐγών: αὐτοὶ γὰρ ἄνωγον.

  ἀλλ' ὅτε δή ῥ' ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,

  ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,

  ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες

  κείμεθα. νὺξ δ' ἄρ' ἐπῆλθε κακὴ Βορέαο πεσόντος, 475

  πηγυλίς: αὐτὰρ ὕπερθε χιὼν γένετ' ἠύ̈τε πάχνη,

  ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.

  ἔνθ' ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,

  εὗδον δ' εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους:

  αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον 480

  ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,

  ἀλλ' ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.

  ἀλλ' ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,

  καὶ τότ' ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα

  ἀγκῶνι νύξας: ὁ δ' ἄρ' ἐμμαπέως ὑπάκουσε: 485

  "διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

  οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα

  δάμναται: οὐ γὰρ ἔχω χλαῖναν: παρά μ' ἤπαφε δαίμων

  οἰοχίτων' ἔμεναι: νῦν δ' οὐκέτι φυκτὰ πέλονται."

  "ὣς ἐφάμην, ὁ δ' ἔπειτα νόον σχέθε τόνδ' ἐνὶ θυμῷ, 490

  οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι:

  φθεγξάμενος δ' ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε:

  "σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ."

  "ἦ καὶ ἐπ' ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον:

  'κλῦτε, φίλοι: θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. 495

  λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν: ἀλλά τις εἴη

  εἰπεῖν Ἀτρεί̈δῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,

  εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.'

  "ὣς ἔφατ', ὦρτο δ' ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,

  καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν, 500

  βῆ δὲ θέειν ἐπὶ νῆας: ἐγὼ δ' ἐνὶ εἵματι κείνου

  κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.

  ὣς νῦν ἡβ�
�οιμι βίη τέ μοι ἔμπεδος εἴη:

  δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,

  ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος: 505

  νῦν δέ μ' ἀτιμάζουσι κακὰ χροὶ̈ εἵματ' ἔχοντα."

  τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:

  "ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,

  οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:

  τῷ οὔτ' ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, 510

  ὧν ἐπέοιχ' ἱκέτην ταλαπείριον ἀντιάσαντα,

  νῦν: ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.

  οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες

  ἐνθάδε ἕννυσθαι, μία δ' οἴη φωτὶ ἑκάστῳ.

  αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, 515

  αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,

  πέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει."

  "ὣς εἰπὼν ἀνόρουσε, τίθει δ' ἄρα οἱ πυρὸς ἐγγὺς

  εὐνήν, ἐν δ' ὀί̈ων τε καὶ αἰγῶν δέρματ' ἔβαλλεν.

  ἔνθ' Ὀδυσεὺς κατέλεκτ': ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ 520

  πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ' ἀμοιβάς,

  ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.

  "ὣς ὁ μὲν ἔνθ' Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ' αὐτὸν

  ἄνδρες κοιμήσαντο νεηνίαι: οὐδὲ συβώτῃ

  ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι, 525

  ἀλλ' ὅ γ' ἄρ' ἔξω ἰὼν ὡπλίζετο: χαῖρε δ' Ὀδυσσεύς,

  ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.

  πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ' ὤμοις,

  ἀμφὶ δὲ χλαῖναν ἑέσσατ' ἀλεξάνεμον, μάλα πυκνήν,

  ἂν δὲ νάκην ἕλετ' αἰγὸς ἐϋτρεφέος μεγάλοιο, 530

  εἵλετο δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.

  βῆ δ' ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες

  πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπ' ἰωγῇ.

  Ῥαψωδία ο

  ἡ δ' εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη

  ᾤχετ', Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν

  νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.

  εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν

  εὕδοντ' ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, 5

  ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ:

  Τηλέμαχον δ' οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ' ἐνὶ θυμῷ

  νύκτα δι' ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.

  ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη:

  "Τηλέμαχ', οὐκέτι καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι, 10

  κτήματά τε προλιπὼν ἄνδρας τ' ἐν σοῖσι δόμοισιν

  οὕτω ὑπερφιάλους: μή τοι κατὰ πάντα φάγωσι

  κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.

  ἀλλ' ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον

  πεμπέμεν, ὄφρ' ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. 15

  ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται

  Εὐρυμάχῳ γήμασθαι: ὁ γὰρ περιβάλλει ἅπαντας

  μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα:

  μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.

  οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός: 20

  κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,

  παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο

  οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.

  ἀλλὰ σύ γ' ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα

  δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, 25

  εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.

  ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.

  μνηστήρων σ' ἐπιτηδὲς ἀριστῆες λοχόωσιν

  ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.

  ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι. 30

  ἀλλὰ τά γ' οὐκ ὀί̈ω: πρὶν καί τινα γαῖα καθέξει

  ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.

  ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,

  νυκτὶ δ' ὁμῶς πλείειν: πέμψει δέ τοι οὖρον ὄπισθεν

  ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε. 35

  αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,

  νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,

  αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,

  ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.

  ἔνθα δὲ νύκτ' ἀέσαι: τὸν δ' ὀτρῦναι πόλιν εἴσω 40

  ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,

  οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας."

  ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,

  αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν

  λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν: 45

  "ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους

  ζεῦξον ὑφ' ἅρματ' ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο."

  τὸν δ' αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:

  "Τηλέμαχ', οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο

  νύκτα διὰ δνοφερὴν ἐλάαν: τάχα δ' ἔσσεται ἠώς. 50

  ἀλλὰ μέν' εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ

  ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,

  καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀπο
πέμψῃ.

  τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα

  ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ." 55

  ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

  ἀγχίμολον δέ σφ' ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,

  ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.

  τὸν δ' ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,

  σπερχόμενός ῥα χιτῶνα περὶ χροὶ̈ σιγαλόεντα 60

  δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ' ὤμοις

  ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα

  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο:

  "Ἀτρεί̈δη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,

  ἤδη νῦν μ' ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν: 65

  ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ' ἱκέσθαι."

  τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:

  "Τηλέμαχ', οὔ τί σ' ἐγώ γε πολὺν χρόνον ἐνθάδ' ἐρύξω

  ἱέμενον νόστοιο: νεμεσσῶμαι δὲ καὶ ἄλλῳ

  ἀνδρὶ ξεινοδόκῳ, ὅς κ' ἔξοχα μὲν φιλέῃσιν, 70

  ἔξοχα δ' ἐχθαίρῃσιν: ἀμείνω δ' αἴσιμα πάντα.

  ἶσόν τοι κακόν ἐσθ', ὅς τ' οὐκ ἐθέλοντα νέεσθαι

  ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.

  χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.

  ἀλλὰ μέν' εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω 75

  καλά, σὺ δ' ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ

 

‹ Prev