Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 678
Complete Works of Homer Page 678

by Homer


  ἦ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' Ὀδυσσεύς:

  σοῖσιν δ' ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κ' ἐθέλῃσθα,

  κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν."

  τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ: 235

  "αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων:

  γνοίης χ' οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."

  ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 240

  μνηστῆρες δ' ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε

  ἤρτυον: αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,

  αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.

  τοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν:

  "ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, 245

  Τηλεμάχοιο φόνος: ἀλλὰ μνησώμεθα δαιτός."

  ὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

  ἐλθόντες δ' ἐς δώματ' Ὀδυσσῆος θείοιο

  χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

  οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, 250

  ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην:

  σπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον

  κρητῆρσιν κερόωντο: κύπελλα δὲ νεῖμε συβώτης.

  σῖτον δέ σφ' ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,

  καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. 255

  οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

  Τηλέμαχος δ' Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,

  ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,

  δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν:

  πὰρ δ' ἐτίθει σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν 260

  ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν:

  "ἐνταυθοῖ νῦν ἧσο μετ' ἀνδράσιν οἰνοποτάζων:

  κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω

  πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν

  οἶκος ὅδ', ἀλλ' Ὀδυσῆος, ἐμοὶ δ' ἐκτήσατο κεῖνος. 265

  ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς

  καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες

  Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.

  τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός: 270

  "καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,

  Τηλεμάχου: μάλα δ' ἧμιν ἀπειλήσας ἀγορεύει.

  οὐ γὰρ Ζεὺς εἴασε Κρονίων: τῷ κέ μιν ἤδη

  παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντ' ἀγορητήν."

  ὣς ἔφατ' Ἀντίνοος: ὁ δ' ἄρ' οὐκ ἐμπάζετο μύθων. 275

  κήρυκες δ' ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην

  ἦγον: τοὶ δ' ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ

  ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.

  οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,

  μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα: 280

  πὰρ δ' ἄρ' Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο

  ἴσην, ὡς αὐτοί περ ἐλάγχανον: ὣς γὰρ ἀνώγει

  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.

  μνηστῆρας δ' οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη

  λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρ' ἔτι μᾶλλον 285

  δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.

  ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,

  Κτήσιππος δ' ὄνομ' ἔσκε, Σάμῃ δ' ἐνὶ οἰκία ναῖεν:

  ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι

  μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. 290

  ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα:

  "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω:

  μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,

  ἴσην: οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

  ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται. 295

  ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς

  ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ

  δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο."

  ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.

  κείμενον ἐκ κανέοιο λαβών: ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς 300

  ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ

  σαρδάνιον μάλα τοῖον: ὁ δ' εὔδμητον βάλε τοῖχον.

  Κτήσιππον δ' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ:

  "Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ:

  οὐκ ἔβαλες τὸν ξεῖνον: ἀλεύατο γὰρ βέλος αὐτός. 305

  ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,

  καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο

  ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ

  φαινέτω: ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,

  ἐσθλά τε καὶ τὰ χέρηα: πάρος δ' ἔτι νήπιος ἦα. 310

  ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,

  μήλων σφαζομένων οἴνοιό τε πινομένοιο

  καὶ σίτου: χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.

  ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες:

  εἰ δ' ἤδη μ' αὐτὸν κτεῖν
αι μενεαίνετε χαλκῷ, 315

  καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη

  τεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,

  ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας

  ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: 320

  ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος:

  "ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ

  ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι:

  μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τιν' ἄλλον

  δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο. 325

  Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην

  ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.

  ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

  νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

  τόφρ' οὔ τις νέμεσις μενέμεν τ' ἦν ἰσχέμεναί τε 330

  μνηστῆρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἦεν,

  εἰ νόστησ' Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα:

  νῦν δ' ἤδη τόδε δῆλον, ὅ τ' οὐκέτι νόστιμός ἐστιν.

  ἀλλ' ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,

  γήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, 335

  ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,

  ἔσθων καὶ πίνων, ἡ δ' ἄλλου δῶμα κομίζῃ."

  τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,

  ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, 340

  οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

  γήμασθ' ᾧ κ' ἐθέλῃ, ποτὶ δ' ἄσπετα δῶρα δίδωμι.

  αἰδέομαι δ' ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι

  μύθῳ ἀναγκαίῳ: μὴ τοῦτο θεὸς τελέσειεν."

  ὣς φάτο Τηλέμαχος: μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη 345

  ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.

  οἱ δ' ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,

  αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον: ὄσσε δ' ἄρα σφέων

  δακρυόφιν πίμπλαντο, γόον δ' ὠί̈ετο θυμός.

  τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής: 350

  "ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

  εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

  οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,

  αἵματι δ' ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι:

  εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, 355

  ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον: ἠέλιος δὲ

  οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ' ἐπιδέδρομεν ἀχλύς."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.

  τοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν:

  "ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. 360

  ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε

  εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐί̈σκει."

  τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:

  "Εὐρύμαχ', οὔ τί σ' ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν:

  εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω 365

  καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.

  τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν

  ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ' ἀλέαιτο

  μνηστήρων, οἳ δῶμα κάτ' ἀντιθέου Ὀδυσῆος

  ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε." 370

  ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,

  ἵκετο δ' ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.

  μνηστῆρες δ' ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες

  Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες:

  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων: 375

  "Τηλέμαχ', οὔ τις σεῖο κακοξεινώτερος ἄλλος:

  οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,

  σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων

  ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὔτως ἄχθος ἀρούρης.

  ἄλλος δ' αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. 380

  ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη:

  τοὺς ξείνους ἐν νηὶ̈ πολυκληῖ̈δι βαλόντες

  ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι."

  ὣς ἔφασαν μνηστῆρες: ὁ δ' οὐκ ἐμπάζετο μύθων,

  ἀλλ' ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, 385

  ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.

  ἡ δὲ κατ' ἄντηστιν θεμένη περικαλλέα δίφρον

  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

  ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.

  δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο 390

  ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν:

  δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,

  οἷον δὴ τάχ' ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ

  θησέμεναι: πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

  Ῥαψωδία φ

  τῇ δ' ἄρ' ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,

  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,

  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

  ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

  κλί�
�ακα δ' ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, 5

  εἵλετο δὲ κληῖ̈δ' εὐκαμπέα χειρὶ παχείῃ

  καλὴν χαλκείην: κώπη δ' ἐλέφαντος ἐπῆεν.

  βῆ δ' ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

  ἔσχατον: ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

  χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. 10

  ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη

  ἰοδόκος, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί,

  δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας

  Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.

  τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν 15

  οἴκῳ ἐν Ὀρτιλόχοιο δαί̈φρονος. ἦ τοι Ὀδυσσεὺς

  ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε:

  μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν

  νηυσὶ πολυκλήϊσι τριηκόσι' ἠδὲ νομῆας.

  τῶν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς 20

  παιδνὸς ἐών: πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.

  Ἴφιτος αὖθ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο

  δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί:

  αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,

  ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, 25

  φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,

  ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,

 

‹ Prev