Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 679
Complete Works of Homer Page 679

by Homer


  σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν,

  τὴν ἥν οἱ παρέθηκεν: ἔπειτα δὲ πέφνε καὶ αὐτόν,

  ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. 30

  τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,

  τὸ πρὶν μέν ῥ' ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ

  κάλλιπ' ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.

  τῷ δ' Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,

  ἀρχὴν ξεινοσύνης προσκηδέος: οὐδὲ τραπέζῃ 35

  γνώτην ἀλλήλων: πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν

  Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,

  ὅς οἱ τόξον ἔδωκε. τὸ δ' οὔ ποτε δῖος Ὀδυσσεὺς

  ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν

  ᾑρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο 40

  κέσκετ' ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.

  ἡ δ' ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν

  οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

  ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

  ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς, 45

  αὐτίκ' ἄρ' ἥ γ' ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

  ἐν δὲ κληῖ̈δ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας

  ἄντα τιτυσκομένη: τὰ δ' ἀνέβραχεν ἠύ̈τε ταῦρος

  βοσκόμενος λειμῶνι: τόσ' ἔβραχε καλὰ θύρετρα

  πληγέντα κληί̈δι, πετάσθησαν δέ οἱ ὦκα. 50

  ἡ δ' ἄρ' ἐφ' ὑψηλῆς σανίδος βῆ: ἔνθα δὲ χηλοὶ

  ἕστασαν, ἐν δ' ἄρα τῇσι θυώδεα εἵματ' ἔκειτο.

  ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον

  αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.

  ἑζομένη δὲ κατ' αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, 55

  κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.

  ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

  βῆ ῥ' ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς

  τόξον ἔχουσ' ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

  ἰοδόκον: πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. 60

  τῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος

  κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.

  ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. 65

  ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

  αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον:

  "κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα

  ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ

  ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον: οὐδέ τιν' ἄλλην 70

  μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,

  ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

  ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον.

  θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο:

  ὃς δέ κε ῥηί̈τατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι 75

  καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

  τῷ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,

  τοῦ ποτὲ μεμνήσεσθαι ὀί̈ομαι ἔν περ ὀνείρῳ."

  ὣς φάτο, καί ῥ' Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, 80

  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

  δακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέθηκε:

  κλαῖε δὲ βουκόλος ἄλλοθ', ἐπεὶ ἴδε τόξον ἄνακτος.

  Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  "νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, 85

  ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

  θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως

  κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ' ἀκοίτην.

  ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

  κλαίετον ἐξελθόντε, κατ' αὐτόθι τόξα λιπόντε, 90

  μνηστήρεσσιν ἄεθλον ἀάατον: οὐ γὰρ ὀί̈ω

  ῥηϊδίως τόδε τόξον ἐύ̈ξοον ἐντανύεσθαι.

  οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν

  οἷος Ὀδυσσεὺς ἔσκεν: ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,

  καὶ γὰρ μνήμων εἰμί, πάϊς δ' ἔτι νήπιος ἦα." 95

  ὣς φάτο, τῷ δ' ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

  νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.

  ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν

  ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ' ἀτίμα

  ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους. 100

  τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο:

  "ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων:

  μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,

  ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα:

  αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. 105

  ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον,

  οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιί̈δα γαῖαν,

  οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης:

  οὔτ' αὐτῆς Ἰθάκης οὔτ' ἠπείροιο μελαίνης:

  καὶ δ' αὐτοὶ τόδε γ' ἴστε: τί με χρὴ μητέρος αἴνου; 110

  ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκε�
�ε μηδ' ἔτι τόξου

  δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.

  καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην:

  εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,

  οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ 115

  λείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγὼ κατόπισθε λιποίμην

  οἷός τ' ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι."

  ἦ καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

  ὀρθὸς ἀναί̈ξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων.

  πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας 120

  πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

  ἀμφὶ δὲ γαῖαν ἔναξε: τάφος δ' ἕλε πάντας ἰδόντας,

  ὡς εὐκόσμως στῆσε: πάρος δ' οὐ πώ ποτ' ὀπώπει.

  στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

  τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, 125

  τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,

  νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

  καί νύ κε δή ῥ' ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,

  ?λλ' Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

  τοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο: 130

  "ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς,

  ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα

  ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

  ἀλλ' ἄγεθ', οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,

  τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον." 135

  ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,

  κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

  αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,

  ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

  τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός: 140

  "ὄρνυσθ' ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,

  ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει."

  ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

  Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,

  ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν 145

  ἷζε μυχοίτατος αἰέν: ἀτασθαλίαι δέ οἱ οἴῳ

  ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν:

  ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.

  στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,

  οὐδέ μιν ἐντάνυσε: πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων 150

  ἀτρίπτους ἁπαλάς: μετὰ δὲ μνηστῆρσιν ἔειπεν:

  "ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.

  πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει

  θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι

  τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθ' ἕνεκ' αἰεὶ 155

  ἐνθάδ' ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.

  νῦν μέν τις καὶ ἔλπετ' ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ

  γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.

  αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,

  ἄλλην δή τιν' ἔπειτα Ἀχαιϊάδων εὐπέπλων 160

  μνάσθω ἐέδνοισιν διζήμενος: ἡ δέ κ' ἔπειτα

  γήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι."

  ὣς ἄρ' ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

  κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

  αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, 165

  ἂψ δ' αὖτις κατ' ἄρ ἕζετ' ἐπὶ θρόνου ἔνθεν ἀνέστη.

  Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

  "λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

  δεινόν τ' ἀργαλέον τε, --νεμεσσῶμαι δέ τ' ἀκούων--

  εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει 170

  θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

  οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ

  οἷόν τε ῥυτῆρα βιοῦ τ' ἔμεναι καὶ ὀϊστῶν:

  ἀλλ' ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί."

  ὣς φάτο, καί ῥ' ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν: 175

  "ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,

  πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ,

  ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,

  ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,

  τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον." 180

  ὣς φάθ', ὁ δ' αἶψ' ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,

  πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπ' αὐτοῦ,

  ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος:

  τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ': οὐδ' ἐδύναντο

  ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. 185

  Ἀντίνοος δ' ἔτ' ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,

  ἀρχοὶ μνηστήρων: ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.

  τὼ δ' ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ' ἄμφω

  βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο:

  ἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. 190

  ἀλλ' ὅτε δή ῥ' ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,

  φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι:

  "βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,

  ἦ αὐτὸς κεύθω; φάσθαι δέ με
θυμὸς ἀνώγει.

  ποῖοί κ' εἶτ' Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι 195

  ὧδε μάλ' ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;

  ἤ κε μνηστήρεσσιν ἀμύνοιτ' ἦ Ὀδυσῆϊ;

  εἴπαθ' ὅπως ὑμέας κραδίη θυμός τε κελεύει."

  τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ:

  "Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, 200

  ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων:

  γνοίης χ' οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."

  ὣς δ' αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι

  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

  αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ' ἀνέγνω, 205

  ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν:

  "ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας

  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

  γιγνώσκω δ' ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

  οἴοισι δμώων: τῶν δ' ἄλλων οὔ τευ ἄκουσα 210

  εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι.

  σφῶϊν δ', ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.

  εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

  ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματ' ὀπάσσω

  οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα: καί μοι ἔπειτα 215

  Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.

 

‹ Prev