Book Read Free

Complete Works of Homer

Page 680

by Homer


  εἰ δ' ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

  ὄφρα μ' ἐὺ̈ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ,

  οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι

  Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο." 220

  ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.

  τὼ δ' ἐπεὶ εἰσιδέτην εὖ τ' ἐφράσσαντο ἕκαστα,

  κλαῖον ἄρ' ἀμφ' Ὀδυσῆϊ δαί̈φρονι χεῖρε βαλόντε,

  καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους

  ὣς δ' αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. 225

  καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

  εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε:

  "παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται

  ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.

  ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ' ἅμα πάντες, 230

  πρῶτος ἐγώ, μετὰ δ' ὔμμες: ἀτὰρ τόδε σῆμα τετύχθω:

  ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,

  οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην:

  ἀλλὰ σύ, δῖ' Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον

  ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ 235

  κληῖ̈σαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,

  ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

  ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

  προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

  σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς 240

  κληῖ̈σαι κληῖ̈δι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι."

  ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας:

  ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη:

  ἐς δ' ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.

  Εὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, 245

  θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός: ἀλλά μιν οὐδ' ὣς

  ἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κῆρ:

  ὀχθήσας δ' ἄρα εἶρος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "ὢ πόποι, ἧ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων:

  οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ: 250

  εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιί̈δες, αἱ μὲν ἐν αὐτῇ

  ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ' ἄλλῃσιν πολίεσσιν:

  ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν

  ἀντιθέου Ὀδυσῆος, ὅ τ' οὐ δυνάμεσθα τανύσσαι

  τὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός: 255

  "Εὐρύμαχ', οὐχ οὕτως ἔσται: νοέεις δὲ καὶ αὐτός.

  νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

  ἁγνή: τίς δέ κε τόξα τιταίνοιτ'; ἀλλὰ ἕκηλοι

  κάτθετ': ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰῶμεν ἅπαντας

  ἑστάμεν: οὐ μὲν γάρ τιν' ἀναιρήσεσθαι ὀί̈ω, 260

  ἐλθόντ' ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

  ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

  ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα:

  ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,

  αἶγας ἄγειν, αἳ πᾶσι μέγ' ἔξοχοι αἰπολίοισιν, 265

  ὄφρ' ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ

  τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον."

  ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

  τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,

  κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 270

  νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

  οἱ δ' ἐπεὶ οὖν σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,

  τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς:

  "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης:

  ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει: 275

  Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα

  λίσσομ', ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

  νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν:

  ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κ' ἐθέλῃσιν.

  ἀλλ' ἄγ' ἐμοὶ δότε τόξον ἐύ̈ξοον, ὄφρα μεθ' ὑμῖν 280

  χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ' ἐστὶν

  ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,

  ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,

  δείσαντες μὴ τόξον ἐύ̈ξοον ἐντανύσειεν. 285

  Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν:

  "ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ' ἠβαιαί:

  οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν

  δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις

  μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος 290

  ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

  οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους

  βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ.

  οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,

  ἄασ' ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, 295

  ἐς Λαπίθας ἐλθόνθ': ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ,

  μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο:

  ἥρωας δ' ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε

  ἕλκον ἀναί̈ξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ

  ῥῖνάς τ'
ἀμήσαντες: ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς 300

  ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.

  ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,

  οἷ δ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.

  ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον

  ἐντανύσῃς: οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις 305

  ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηὶ̈ μελαίνῃ

  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,

  πέμψομεν: ἔνθεν δ' οὔ τι σαώσεαι: ἀλλὰ ἕκηλος

  πῖνέ τε, μηδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισιν."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια: 310

  "Ἀντίνο', οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον

  ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται:

  ἔλπεαι, αἴ χ' ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

  ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,

  οἴκαδέ μ' ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; 315

  οὐδ' αὐτός που τοῦτό γ' ἐνὶ στήθεσσιν ἔολπε:

  μηδέ τις ὑμείων τοῦ γ' εἵνεκα θυμὸν ἀχεύων

  ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν."

  τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα:

  "κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, 320

  οὔ τί σε τόνδ' ἄξεσθαι ὀϊόμεθ': οὐδὲ ἔοικεν:

  ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,

  μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν

  ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν

  μνῶνται, οὐδέ τι τόξον ἐύ̈ξοον ἐντανύουσιν: 325

  ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν

  ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου.

  ὣς ἐρέουσ', ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "Εὐρύμαχ', οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον 330

  ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν

  ἀνδρὸς ἀριστῆος: τί δ' ἐλέγχεα ταῦτα τίθεσθε;

  οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγής,

  πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.

  ἀλλ' ἄγε οἱ δότε τόξον ἐύ̈ξοον, ὄφρα ἴδωμεν. 335

  ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:

  εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,

  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

  δώσω δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,

  καὶ ξίφος ἄμφηκες: δώσω δ' ὑπὸ ποσσὶ πέδιλα, 340

  πέμψω δ' ὅππη μιν κραδίη θυμός τε κελεύει."

  τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

  "μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο

  κρείσσων, ᾧ κ' ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,

  οὔθ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, 345

  οὔθ' ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο:

  τῶν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐθέλωμι

  καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.

  ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,

  ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε 350

  ἔργον ἐποίχεσθαι: τόξον δ' ἄνδρεσσι μελήσει

  πᾶσι, μάλιστα δ' ἐμοί: τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ."

  ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει:

  παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.

  ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ 355

  κλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

  αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός:

  μνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν:

  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων: 360

  "πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,

  πλαγκτέ; τάχ' αὖ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται

  οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων

  ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι."

  ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, 365

  δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.

  Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει:

  "ἄττα, πρόσω φέρε τόξα: τάχ' οὐκ εὖ πᾶσι πιθήσεις

  μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,

  βάλλων χερμαδίοισι: βίηφι δὲ φέρτερός εἰμι. 370

  αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ' ἔασι,

  μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην:

  τῷ κε τάχα στυγερῶς τιν' ἐγὼ πέμψαιμι νέεσθαι

  ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται."

  ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν 375

  μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο

  Τηλεμάχῳ: τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης

  ἐν χείρεσσ' Ὀδυσῆϊ δαί̈φρονι θῆκε παραστάς.

  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν:

  "Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, 380

  κληῖ̈σαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.

  ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

  ἀνδρῶν ἡμετέροισιν �
�ν ἕρκεσι, μή τι θύραζε

  προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ."

  ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος, 385

  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.

  σιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,

  κλήϊσεν δ' ἄρ' ἔπειτα θύρας εὐερκέος αὐλῆς.

  κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης

  βύβλινον, ᾧ ῥ' ἐπέδησε θύρας, ἐς δ' ἤϊεν αὐτός: 390

  ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,

  εἰσορόων Ὀδυσῆα. ὁ δ' ἤδη τόξον ἐνώμα

  πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,

  μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.

  ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον: 395

  "ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων:

  ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται

  ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ

  νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης."

  ἄλλος δ' αὖ εἴπεσκε νέων ὑπερηνορεόντων: 400

  "αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν

  ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι."

  ὣς ἄρ' ἔφαν μνηστῆρες: ἀτὰρ πολύμητις Ὀδυσσεύς,

  αὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,

  ὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς 405

 

‹ Prev