Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 685
Complete Works of Homer Page 685

by Homer


  τὴν δ' ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ

  λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.

  νῦν δ', ἐπεὶ ἤδη σήματ' ἀριφραδέα κατέλεξας

  εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, 225

  ἀλλ' οἶοι σύ τ' ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,

  Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,

  ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,

  πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλ' ἐόντα."

  ὣς φάτο, τῷ δ' ἔτι μᾶλλον ὑφ' ἵμερον ὦρσε γόοιο: 230

  κλαῖε δ' ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.

  ὡς δ' ὅτ' ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,

  ὧν τε Ποσειδάων εὐεργέα νῆ' ἐνὶ πόντῳ

  ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ:

  παῦροι δ' ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε 235

  νηχόμενοι, πολλὴ δὲ περὶ χροὶ̈ τέτροφεν ἅλμη,

  ἀσπάσιοι δ' ἐπέβαν γαίης, κακότητα φυγόντες:

  ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,

  δειρῆς δ' οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.

  καί νύ κ' ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, 240

  εἰ μὴ ἄρ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.

  νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δ' αὖτε

  ῥύσατ' ἐπ' Ὠκεανῷ χρυσόθρονον, οὐδ' ἔα ἵππους

  ζεύγνυσθ' ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,

  Λάμπον καὶ Φαέθονθ', οἵ τ' Ἠῶ πῶλοι ἄγουσι. 245

  καὶ τότ' ἄρ' ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς

  "ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατ' ἀέθλων

  ἤλθομεν, ἀλλ' ἔτ' ὄπισθεν ἀμέτρητος πόνος ἔσται,

  πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.

  ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο 250

  ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,

  νόστον ἑταίροισιν διζήμενος ἠδ' ἐμοὶ αὐτῷ.

  ἀλλ' ἔρχευ, λέκτρονδ' ἴομεν, γύναι, ὄφρα καὶ ἤδη

  ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια: 255

  "εὐνὴ μὲν δή σοί γε τότ' ἔσσεται ὁππότε θυμῷ

  σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι

  οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν:

  ἀλλ' ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,

  εἴπ' ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀί̈ω, 260

  πεύσομαι, αὐτίκα δ' ἐστὶ δαήμεναι οὔ τι χέρειον."

  τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "δαιμονίη, τί τ' ἄρ' αὖ με μάλ' ὀτρύνουσα κελεύεις

  εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδ' ἐπικεύσω.

  οὐ μέν τοι θυμὸς κεχαρήσεται: οὐδὲ γὰρ αὐτὸς 265

  χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστε' ἄνωγεν

  ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντ' εὐῆρες ἐρετμόν,

  εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν

  ἀνέρες, οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν:

  οὐδ' ἄρα τοί γ' ἴσασι νέας φοινικοπαρῄους, 270

  οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.

  σῆμα δέ μοι τόδ' ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω:

  ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης

  φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,

  καὶ τότε μ' ἐν γαίῃ πήξαντ' ἐκέλευεν ἐρετμόν, 275

  ἔρξανθ' ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,

  ἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον,

  οἴκαδ' ἀποστείχειν, ἔρδειν θ' ἱερὰς ἑκατόμβας

  ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

  πᾶσι μάλ' ἑξείης: θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ 280

  ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ

  γήρας ὕπο λιπαρῷ ἀρημένον: ἀμφὶ δὲ λαοὶ

  ὄλβιοι ἔσσονται: τὰ δέ μοι φάτο πάντα τελεῖσθαι."

  τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια:

  "εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, 285

  ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:

  τόφρα δ' ἄρ' Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν

  ἐσθῆτος μαλακῆς, δαί̈δων ὕπο λαμπομενάων.

  αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, 290

  γρηὺ̈ς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,

  τοῖσιν δ' Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν

  ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα:

  ἐς θάλαμον δ' ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα

  ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο: 295

  αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης

  παῦσαν ἄρ' ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,

  αὐτοὶ δ' εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.

  τὼ δ' ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,

  τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, 300

  ἡ μὲν ὅσ' ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,

  ἀνδρῶν μνηστήρων ἐσορῶσ' ἀί̈δηλον ὅμιλον,

  οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,

  ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος:

  αὐτὰρ ὁ διογενὴς
Ὀδυσεὺς ὅσα κήδε' ἔθηκεν 305

  ἀνθρώποις ὅσα τ' αὐτὸς ὀϊζύσας ἐμόγησε,

  πάντ' ἔλεγ': ἡ δ' ἄρ' ἐτέρπετ' ἀκούουσ', οὐδέ οἱ ὕπνος

  πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.

  ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ', αὐτὰρ ἔπειτα

  ἦλθ' ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν: 310

  ἠδ' ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν

  ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδ' ἐλέαιρεν:

  ἠδ' ὡς Αἴολον ἵκεθ', ὅ μιν πρόφρων ὑπέδεκτο

  καὶ πέμπ', οὐδέ πω αἶσα φίλην ἐς πατρίδ' ἱκέσθαι

  ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα 315

  πόντον ἐπ' ἰχθυόεντα φέρεν βαρέα στενάχοντα:

  ἠδ' ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,

  οἳ νῆάς τ' ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους

  πάντας: Ὀδυσσεὺς δ' οἶος ὑπέκφυγε νηὶ̈ μελαίνῃ:

  καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, 320

  ἠδ' ὡς εἰς Ἀί̈δεω δόμον ἤλυθεν εὐρώεντα,

  ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,

  νηὶ̈ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους

  μητέρα θ', ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα:

  ἠδ' ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, 325

  ὥς θ' ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν

  Σκύλλην θ', ἣν οὔ πώ ποτ' ἀκήριοι ἄνδρες ἄλυξαν:

  ἠδ' ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι:

  ἠδ' ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ

  Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δ' ἔφθιθεν ἐσθλοὶ ἑταῖροι 330

  πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν:

  ὥς θ' ἵκετ' Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,

  ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,

  ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε

  θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα: 335

  ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν:

  ἠδ' ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,

  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο

  καὶ πέμψαν σὺν νηὶ̈ φίλην ἐς πατρίδα γαῖαν,

  χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. 340

  τοῦτ' ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος

  λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.

  ἡ δ' αὖτ' ἄλλ' ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:

  ὁππότε δή ῥ' Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν

  εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, 345

  αὐτίκ' ἀπ' Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν

  ὦρσεν, ἵν' ἀνθρώποισι φόως φέροι: ὦρτο δ' Ὀδυσσεὺς

  εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δ' ἐπὶ μῦθον ἔτελλεν:

  "ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθ' ἀέθλων

  ἀμφοτέρω, σὺ μὲν ἐνθάδ' ἐμὸν πολυκηδέα νόστον 350

  κλαίουσ'. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι

  ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης:

  νῦν δ' ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ' εὐνήν,

  κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,

  μῆλα δ' ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, 355

  πολλὰ μὲν αὐτὸς ἐγὼ ληί̈σσομαι, ἄλλα δ' Ἀχαιοὶ

  δώσουσ', εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.

  ἀλλ' ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,

  ὀψόμενος πατέρ' ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται:

  σοὶ δέ, γύναι, τάδ' ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ: 360

  αὐτίκα γὰρ φάτις εἶσιν ἅμ' ἠελίῳ ἀνιόντι

  ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν:

  εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν

  ἧσθαι, μηδέ τινα προτιόσσεο μηδ' ἐρέεινε."

  ἦ ῥα καὶ ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλά, 365

  ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,

  πάντας δ' ἔντε' ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.

  οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,

  ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον: ἦρχε δ' Ὀδυσσεύς.

  ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δ' ἄρ' Ἀθήνη 370

  νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.

  Ῥαψωδία ω

  Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο

  ἀνδρῶν μνηστήρων: ἔχε δὲ ῥάβδον μετὰ χερσὶν

  καλὴν χρυσείην, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει

  ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει:

  τῇ ῥ' ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο. 5

  ὡς δ' ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο

  τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν

  ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ' ἀλλήλῃσιν ἔχονται,

  ὣς αἱ τετριγυῖαι ἅμ' ἤϊσαν: ἦρχε δ' ἄρα σφιν

  Ἑρμείας ἀκάκητα κατ' εὐρώεντα κέλευθα. 10

  πὰρ δ' ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,

  ἠδὲ παρ' Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων

  ἤϊσαν: αἶψα δ' ἵκοντο κατ' ἀσφοδελὸν λειμῶνα,

  ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.

  εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος 15

  καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο

  Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

  τῶν ἄλλω�
� Δαναῶν μετ' ἀμύμονα Πηλεί̈δαο

  ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον: ἀγχίμολον δὲ

  ἤλυθ' ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεί̈δαο 20

  ἀχνυμένη: περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσαι ἅμ' αὐτῷ

  οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.

  τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεί̈ωνος:

  "Ἀτρεί̈δη, περὶ μέν σ' ἔφαμεν Διὶ τερπικεραύνῳ

  ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, 25

  οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες

  δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε' Ἀχαιοί.

  ἦ τ' ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν

  μοῖρ' ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.

  ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, 30

  δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν:

  τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,

  ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤρα' ὀπίσσω:

  νῦν δ' ἄρα σ' οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι."

  τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο: 35

  "ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,

  ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος: ἀμφὶ δέ σ' ἄλλοι

  κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,

  μαρνάμενοι περὶ σεῖο: σὺ δ' ἐν στροφάλιγγι κονίης

  κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. 40

  ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθ': οὐδέ κε πάμπαν

  παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.

 

‹ Prev