Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 686
Complete Works of Homer Page 686

by Homer


  αὐτὰρ ἐπεί σ' ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,

  κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν

  ὕδατί τε λιαρῷ καὶ ἀλείφατι: πολλὰ δέ σ' ἀμφὶ 45

  δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.

  μήτηρ δ' ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν

  ἀγγελίης ἀί̈ουσα: βοὴ δ' ἐπὶ πόντον ὀρώρει

  θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς:

  καί νύ κ' ἀναί̈ξαντες ἔβαν κοίλας ἐπὶ νῆας, 50

  εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,

  Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:

  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:

  "ἴσχεσθ', Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν:

  μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν 55

  ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα."

  "ὣς ἔφαθ', οἱ δ' ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί:

  ἀμφὶ δέ σ' ἔστησαν κοῦραι ἁλίοιο γέροντος

  οἴκτρ' ὀλοφυρόμεναι, περὶ δ' ἄμβροτα εἵματα ἕσσαν.

  Μοῦσαι δ' ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ 60

  θρήνεον: ἔνθα κεν οὔ τιν' ἀδάκρυτόν γ' ἐνόησας

  Ἀργείων: τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.

  ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ

  κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τ' ἄνθρωποι:

  ὀκτωκαιδεκάτῃ δ' ἔδομεν πυρί, πολλὰ δέ σ' ἀμφὶ 65

  μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.

  καίεο δ' ἔν τ' ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ

  καὶ μέλιτι γλυκερῷ: πολλοὶ δ' ἥρωες Ἀχαιοὶ

  τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,

  πεζοί θ' ἱππῆές τε: πολὺς δ' ὀρυμαγδὸς ὀρώρει 70

  αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,

  ἠῶθεν δή τοι λέγομεν λεύκ' ὀστέ', Ἀχιλλεῦ,

  οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι: δῶκε δὲ μήτηρ

  χρύσεον ἀμφιφορῆα: Διωνύσοιο δὲ δῶρον

  φάσκ' ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. 75

  ἐν τῷ τοι κεῖται λεύκ' ὀστέα, φαίδιμ' Ἀχιλλεῦ,

  μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,

  χωρὶς δ' Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων

  τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.

  ἀμφ' αὐτοῖσι δ' ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον 80

  χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων

  ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,

  ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη

  τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.

  μήτηρ δ' αἰτήσασα θεοὺς περικαλλέ' ἄεθλα 85

  θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.

  ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας

  ἡρώων, ὅτε κέν ποτ' ἀποφθιμένου βασιλῆος

  ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα:

  ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, 90

  οἷ' ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέ' ἄεθλα,

  ἀργυρόπεζα Θέτις: μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.

  ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομ' ὤλεσας, ἀλλά τοι αἰεὶ

  πάντας ἐπ' ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,

  αὐτὰρ ἐμοὶ τί τόδ' ἦδος, ἐπεὶ πόλεμον τολύπευσα; 95

  ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον

  Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  ἀγχίμολον δέ σφ' ἦλθε διάκτορος ἀργεϊφόντης,

  ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων, 100

  τὼ δ' ἄρα θαμβήσαντ' ἰθὺς κίον, ὡς ἐσιδέσθην.

  ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεί̈δαο

  παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα:

  ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.

  τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεί̈δαο: 105

  "Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε

  πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως

  κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.

  ἦ ὔμμ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,

  ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά; 110

  ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου

  βοῦς περιταμνομένους ἠδ' οἰῶν πώεα καλά,

  ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;

  εἰπέ μοι εἰρομένῳ: ξεῖνος δέ τοι εὔχομαι εἶναι.

  ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, 115

  ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ

  Ἴλιον εἰς ἅμ' ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;

  μηνὶ δ' ἄρ' οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,

  σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον."

  τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος: 120

  "Ἀτρεί̈δη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

  μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις:

  σοὶ δ' ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,

  ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.

  μνώμεθ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα: 125

  ἡ δ' οὔτ' ἠρνεῖτο στυγερὸν γάμον οὔτ' ἐτελεύτα,r />
  ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,

  ἀλλὰ δόλον τόνδ' ἄλλον ἐνὶ φρεσὶ μερμήριξε:

  στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,

  λεπτὸν καὶ περίμετρον: ἄφαρ δ' ἡμῖν μετέειπε: 130

  "'κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,

  μίμνετ' ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος

  ἐκτελέσω, μή μοι μεταμώνια νήματ' ὄληται,

  Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν

  μοῖρ' ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, 135

  μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,

  αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.'

  "ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.

  ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,

  νύκτας δ' ἀλλύεσκεν, ἐπεὶ δαί̈δας παραθεῖτο. 140

  ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς:

  ἀλλ' ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,

  μηνῶν φθινόντων, περὶ δ' ἤματα πόλλ' ἐτελέσθη,

  καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,

  καὶ τήν γ' ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. 145

  ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ', ὑπ' ἀνάγκης.

  "εὖθ' ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,

  πλύνασ', ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,

  καὶ τότε δή ῥ' Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων

  ἀγροῦ ἐπ' ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης. 150

  ἔνθ' ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,

  ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηὶ̈ μελαίνῃ:

  τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε

  ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς

  ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευε. 155

  τὸν δὲ συβώτης ἦγε κακὰ χροὶ̈ εἵματ' ἔχοντα,

  πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι

  σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροὶ̈ εἵματα ἕστο:

  οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα

  ἐξαπίνης προφανέντ', οὐδ' οἳ προγενέστεροι ἦσαν, 160

  ἀλλ' ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.

  αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι

  βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ:

  ἀλλ' ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,

  σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε' ἀείρας 165

  ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,

  αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε

  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,

  ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.

  οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο 170

  νευρὴν ἐντανύσαι, πολλὸν δ' ἐπιδευέες ἦμεν.

  ἀλλ' ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,

  ἔνθ' ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι

  τόξον μὴ δόμεναι, μηδ' εἰ μάλα πολλ' ἀγορεύοι:

  Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. 175

  αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,

  ῥηϊδίως δ' ἐτάνυσσε βιόν, διὰ δ' ἧκε σιδήρου,

  στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς

  δεινὸν παπταίνων, βάλε δ' Ἀντίνοον βασιλῆα.

  αὐτὰρ ἔπειτ' ἄλλοις ἐφίει βέλεα στονόεντα, 180

  ἄντα τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.

  γνωτὸν δ' ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν:

  αὐτίκα γὰρ κατὰ δώματ' ἐπισπόμενοι μένεϊ σφῷ

  κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς

  κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦεν. 185

  ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ', ὧν ἔτι καὶ νῦν

  σώματ' ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος:

  οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ' ἑκάστου,

  οἵ κ' ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων

  κατθέμενοι γοάοιεν: ὃ γὰρ γέρας ἐστὶ θανόντων." 190

  τὸν δ' αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεί̈δαο:

  "ὄλβιε Λαέρταο πάϊ, πολυμήχαν' Ὀδυσσεῦ,

  ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.

  ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,

  κούρῃ Ἰκαρίου: ὡς εὖ μέμνητ' Ὀδυσῆος, 195

  ἀνδρὸς κουριδίου: τῷ οἱ κλέος οὔ ποτ' ὀλεῖται

  ἧς ἀρετῆς, τεύξουσι δ' ἐπιχθονίοισιν ἀοιδὴν

  ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,

  οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,

  κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ' ἀοιδὴ 200

  ἔσσετ' ἐπ' ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει

  θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν."

  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

  ἑσταότ' εἰν Ἀί̈δαο δόμοις, ὑπὸ κεύθεσι γαίης:

  οἱ δ' ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο 205

  καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτ' αὐτὸς

  Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλ' ἐμόγησεν.

  ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,

  ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον

  δμῶες ἀναγκαῖοι, τοί οἱ φ�
�λα ἐργάζοντο. 210

  ἐν δὲ γυνὴ Σικελὴ γρηὺ̈ς πέλεν, ἥ ῥα γέροντα

  ἐνδυκέως κομέεσκεν ἐπ' ἀγροῦ, νόσφι πόληος.

  ἔνθ' Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν:

  "ὑμεῖς μὲν νῦν ἔλθετ' ἐϋκτίμενον δόμον εἴσω,

  δεῖπνον δ' αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος: 215

  αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,

  αἴ κέ μ' ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,

  ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα."

  ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχε' ἔδωκεν.

  οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς 220

  ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.

  οὐδ' εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,

  οὐδέ τινα δμώων οὐδ' υἱῶν: ἀλλ' ἄρα τοί γε

  αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος

  ᾤχοντ', αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. 225

  τὸν δ' οἶον πατέρ' εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,

  λιστρεύοντα φυτόν: ῥυπόωντα δὲ ἕστο χιτῶνα

  ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας

  κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,

  χειρῖδάς τ' ἐπὶ χερσὶ βάτων ἕνεκ': αὐτὰρ ὕπερθεν 230

  αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.

  τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς

  γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,

  στὰς ἄρ' ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.

 

‹ Prev