Book Read Free

Complete Works of Homer

Page 687

by Homer


  μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν 235

  κύσσαι καὶ περιφῦναι ἑὸν πατέρ', ἠδὲ ἕκαστα

  εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,

  ἦ πρῶτ' ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.

  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

  πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι. 240

  τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

  ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε:

  τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός:

  "ὦ γέρον, οὐκ ἀδαημονίη σ' ἔχει ἀμφιπολεύειν

  ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, 245

  οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,

  οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.

  ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ

  αὐτόν σ' οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας

  λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. 250

  οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκ' οὔ σε κομίζει,

  οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι

  εἶδος καὶ μέγεθος: βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.

  τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,

  εὑδέμεναι μαλακῶς: ἡ γὰρ δίκη ἐστὶ γερόντων. 255

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

  τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δ' ὄρχατον ἀμφιπολεύεις;

  καὶ μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδῶ,

  εἰ ἐτεόν γ' Ἰθάκην τήνδ' ἱκόμεθ', ὥς μοι ἔειπεν

  οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδ' ἰόντι, 260

  οὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα

  εἰπεῖν ἠδ' ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον

  ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν

  ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀί̈δαο δόμοισιν.

  ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον: 265

  ἄνδρα ποτ' ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ

  ἡμέτερόνδ' ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος

  ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα:

  εὔχετο δ' ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε

  Λαέρτην Ἀρκεισιάδην πατέρ' ἔμμεναι αὐτῷ. 270

  τὸν μὲν ἐγὼ πρὸς δώματ' ἄγων ἐὺ̈ ἐξείνισσα,

  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,

  καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.

  χρυσοῦ μέν οἱ δῶκ' εὐεργέος ἑπτὰ τάλαντα,

  δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, 275

  δώδεκα δ' ἁπλοί̈δας χλαίνας, τόσσους δὲ τάπητας,

  τόσσα δὲ φάρεα καλά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,

  χωρὶς δ' αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,

  τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι."

  τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων: 280

  "ξεῖν', ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,

  ὑβρισταὶ δ' αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν:

  δῶρα δ' ἐτώσια ταῦτα χαρίζεο, μυρί' ὀπάζων:

  εἰ γάρ μιν ζωόν γ' ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,

  τῷ κέν σ' εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε 285

  καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.

  ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

  πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον

  σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδ', εἴ ποτ' ἔην γε,

  δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης 290

  ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου

  θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετ': οὐδέ ἑ μήτηρ

  κλαῦσε περιστείλασα πατήρ θ', οἵ μιν τεκόμεσθα:

  οὐδ' ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,

  κώκυσ' ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, 295

  ὀφθαλμοὺς καθελοῦσα: τὸ γὰρ γέρας ἐστὶ θανόντων.

  καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδῶ:

  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

  ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σ' ἤγαγε δεῦρο

  ἀντιθέους θ' ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας 300

  νηὸς ἐπ' ἀλλοτρίης, οἱ δ' ἐκβήσαντες ἔβησαν;"

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "τοιγὰρ ἐγώ τοι πάντα μάλ' ἀτρεκέως καταλέξω.

  εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,

  υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος: 305

  αὐτὰρ ἐμοί γ' ὄνομ' ἐστὶν Ἐπήριτος: ἀλλά με δαίμων

  πλάγξ' ἀπὸ Σικανίης δεῦρ' ἐλθέμεν οὐκ ἐθέλοντα:

  νηῦς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσφι πόληος.

  αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,

  ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, 310

  δύσμορος: ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,

  δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,

  χαῖρε δὲ κεῖνος ἰών: θυμὸς δ' ἔτι νῶϊν ἐώλπει

  μίξεσθαι ξενίῃ ἠδ' ἀγλαὰ δῶρα διδώσειν."

  ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα: 315

  ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν

  χεύατ�
� κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.

  τοῦ δ' ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη

  δριμὺ μένος προὔτυψε φίλον πατέρ' εἰσορόωντι.

  κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα: 320

  "κεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,

  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

  ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.

  ἐκ γάρ τοι ἐρέω: μάλα δὲ χρὴ σπευδέμεν ἔμπης:

  μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, 325

  λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα."

  τὸν δ' αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε:

  "εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδ' ἱκάνεις,

  σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω."

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 330

  "οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,

  τὴν ἐν Παρνησῷ μ' ἔλασεν σῦς λευκῷ ὀδόντι

  οἰχόμενον: σὺ δέ με προί̈εις καὶ πότνια μήτηρ

  ἐς πατέρ' Αὐτόλυκον μητρὸς φίλον, ὄφρ' ἂν ἑλοίμην

  δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. 335

  εἰ δ' ἄγε τοι καὶ δένδρε' ἐϋκτιμένην κατ' ἀλωὴν

  εἴπω, ἅ μοί ποτ' ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα

  παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος: διὰ δ' αὐτῶν

  ἱκνεύμεσθα, σὺ δ' ὠνόμασας καὶ ἔειπες ἕκαστα.

  ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, 340

  συκέας τεσσαράκοντ': ὄρχους δέ μοι ὧδ' ὀνόμηνας

  δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος

  ἤην: ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν--

  ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν."

  ὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, 345

  σήματ' ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδ' Ὀδυσσεύς.

  ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε: τὸν δὲ ποτὶ οἷ

  εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.

  αὐτὰρ ἐπεί ῥ' ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,

  ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε: 350

  "Ζεῦ πάτερ, ἦ ῥα ἔτ' ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,

  εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.

  νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες

  ἐνθάδ' ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ

  πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι." 355

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:

  "θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

  ἀλλ' ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται:

  ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

  προὔπεμψ', ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα." 360

  ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.

  οἱ δ' ὅτε δή ῥ' ἵκοντο δόμους εὖ ναιετάοντας,

  εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην

  ταμνομένους κρέα πολλὰ κερῶντάς τ' αἴθοπα οἶνον.

  τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ 365

  ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,

  ἀμφὶ δ' ἄρα χλαῖναν καλὴν βάλεν: αὐτὰρ Ἀθήνη

  ἄγχι παρισταμένη μέλε' ἤλδανε ποιμένι λαῶν,

  μείζονα δ' ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

  ἐκ δ' ἀσαμίνθου βῆ: θαύμαζε δέ μιν φίλος υἱός, 370

  ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην:

  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:

  "ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων

  εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι."

  τὸν δ' αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα: 375

  "αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

  οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,

  ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,

  τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,

  τεύχε' ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν 380

  ἄνδρας μνηστῆρας: τῷ κε σφέων γούνατ' ἔλυσα

  πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις."

  ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.

  οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε: 385

  ἔνθ' οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ

  ἦλθ' ὁ γέρων Δολίος, σὺν δ' υἱεῖς τοῖο γέροντος,

  ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν

  μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα

  ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. 390

  οἱ δ' ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,

  ἔσταν ἐνὶ μεγάροισι τεθηπότες: αὐτὰρ Ὀδυσσεὺς

  μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν:

  "ὦ γέρον, ἵζ' ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς:

  δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες 395

  μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί."

  ὣς ἄρ ἔφη, Δολίος δ' ἰθὺς κίε χεῖρε πετάσσας

  ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρ' ἐπὶ καρπῷ,

  καί μιν φωνήσας ἔπεα πτερ�
��εντα προσηύδα:

  "ὦ φίλ', ἐπεὶ νόστησας ἐελδομένοισι μάλ' ἡμῖν 400

  οὐδ' ἔτ' ὀϊομένοισι, θεοὶ δέ σ' ἀνήγαγον αὐτοί,

  οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

  καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐὺ̈ εἰδῶ,

  ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια

  νοστήσαντά σε δεῦρ', ἦ ἄγγελον ὀτρύνωμεν." 405

  τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς

  "ὦ γέρον, ἤδη οἶδε: τί σε χρὴ ταῦτα πένεσθαι;"

  ὣς φάθ', ὁ δ' αὖτις ἄρ' ἕζετ' ἐϋξέστου ἐπὶ δίφρου.

  ὣς δ' αὔτως παῖδες Δολίου κλυτὸν ἀμφ' Ὀδυσῆα

  δεικανόωντ' ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, 410

  ἑξείης δ' ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

  ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο:

  Ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,

  μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐνέπουσα.

  οἱ δ' ἄρ' ὁμῶς ἀί̈οντες ἐφοίτων ἄλλοθεν ἄλλος 415

  μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθ' Ὀδυσῆος,

  ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,

  τοὺς δ' ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον

  πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες:

  αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ. 420

  αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο,

 

‹ Prev