Book Read Free

Complete Works of Homer

Page 689

by Homer


  ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,

  Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,

  κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν

  ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,

  δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.

  τὴν δ' ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι

  πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,

  ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.

  ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα

  λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα

  αὐγάς τ' ἠελίου, ἔτι δ' ἤλπετο μητέρα κεδνὴν

  ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,

  τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·

  ... ἤχησαν δ' ὀρέων κορυφαὶ καὶ βένθεα πόντου

  φωνῇ ὑπ' ἀθανάτῃ· τῆς δ' ἔκλυε πότνια μήτηρ.

  ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις

  ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,

  κυάνεον δὲ κάλυμμα κατ' ἀμφοτέρων βάλετ' ὤμων,

  σεύατο δ' ὥστ' οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

  μαιομένη· τῇ δ' οὔτις ἐτήτυμα μυθήσασθαι

  ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,

  οὔτ' οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.

  ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ

  στρωφᾶτ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,

  οὐδέ ποτ' ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο

  πάσσατ' ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.

  ἀλλ' ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,

  ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα

  καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·

  πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,

  τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων

  ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;

  φωνῆς γὰρ ἤκους', ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,

  ὅστις ἔην· σοὶ δ' ὦκα λέγω νημερτέα πάντα.

  ὣς ἄρ' ἔφη Ἑκάτη· τὴν δ' οὐκ ἠμείβετο μύθῳ

  Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ' ὦκα σὺν αὐτῇ

  ἤιξ' αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.

  Ἠέλιον δ' ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,

  στὰν δ' ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·

  ἠέλι', αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ

  ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·

  κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,

  τῆς ἀδινὴν ὄπ' ἄκουσα δι' αἰθέρος ἀτρυγέτοιο

  ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.

  ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον

  αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,

  νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,

  ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ

  οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.

  ὣς φάτο· τὴν δ' Ὑπεριονίδης ἠμείβετο μύθῳ·

  Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,

  εἰδήσεις· δὴ γὰρ μέγα ς' ἅζομαι ἠδ' ἐλεαίρω

  ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος

  αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,

  ὅς μιν ἔδωκ' Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν

  αὐτοκασιγνήτῳ· ὃ δ' ὑπὸ ζόφον ἠερόεντα

  ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.

  ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ

  μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς

  γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,

  αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν

  ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,

  τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.

  ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δ' ὑπ' ὀμοκλῆς

  ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ' οἰωνοί.

  Τὴν δ' ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·

  χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι

  νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον

  ᾤχετ' ἐπ' ἀνθρώπων πόλιας καὶ πίονα ἔργα

  εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν

  εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,

  πρίν γ' ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,

  ὃς τότ' Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.

  ἕζετο δ' ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,

  Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,

  ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,

  γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο

  εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,

  οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων

  παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.

  τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες

  ἐρχόμεναι μεθ' ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν

  κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,

  τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,

  Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ' ἐρόεσσα

  Καλλιθόη θ', ἣ τῶν προγενε�
�τάτη ἦεν ἁπασῶν·

  οὐδ' ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.

  ἀγχοῦ δ' ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·

  τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;

  τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι

  πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα

  τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,

  αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.

  ὣς ἔφαν· ἣ δ' ἐπέεσσιν ἀμείβετο πότνα θεάων·

  τέκνα φίλ', αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,

  χαίρετ'· ἐγὼ δ' ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς

  ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.

  Δωσὼ ἐμοί γ' ὄνομ' ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.

  νῦν αὖτε Κρήτηθεν ἐπ' εὐρέα νῶτα θαλάσσης

  ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ' ἀέκουσαν ἀνάγκῃ

  ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα

  νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες

  ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,

  δεῖπνόν τ' ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·

  ἀλλ' ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·

  λάθρη δ' ὁρμηθεῖσα δι' ἠπείροιο μελαίνης

  φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με

  ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.

  οὕτω δεῦρ' ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,

  ἥ τις δὴ γαῖ' ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.

  ἀλλ' ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ' ἔχοντες

  δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,

  ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δ' αὖτ' οἰκτείρατε, κοῦραι.

  [τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,]

  προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ' ἵκωμαι

  ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι

  πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·

  καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα

  καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι

  καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων

  δεσπόσυνον καί κ' ἔργα διδασκήσαιμι γυναῖκας.

  φῆ ῥα θεά· τὴν δ' αὐτίκ' ἀμείβετο παρθένος ἀδμής,

  Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·

  μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ

  τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.

  ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ' ὀνομήνω

  ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς

  δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος

  εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·

  ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου

  ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο

  καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,

  τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·

  τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν

  εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,

  ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.

  εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς

  ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ

  εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ ς' ἀνώγῃ

  ἡμέτερόνδ' ἰέναι μηδ' ἄλλων δώματ' ἐρευνᾶν.

  τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ

  ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.

  εἰ τόν γ' ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,

  ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων

  ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.

  ὣς ἔφαθ'· ἣ δ' ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ

  πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.

  ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ

  ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ' ὦκα

  ἐλθούσας ἐκέλευε καλεῖν ἐπ' ἀπείρονι μισθῷ.

  αἳ δ' ὥστ' ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ

  ἅλλοντ' ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,

  ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων

  ἤιξαν κοίλην κατ' ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται

  ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.

  τέτμον δ' ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ

  κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς

  ἡγεῦνθ'· ἣ δ' ἄρ' ὄπισθε φίλον τετιημένη ἦτορ

  στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος

  κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.

  αἶψα δὲ δώμαθ' ἵκοντο διοτρεφέος Κελεοῖο,

  βὰν δὲ δι' αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ

  ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο

  παῖδ' ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν

  ἔδραμον· ἣ δ' ἄρ' ἐπ' οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου

  κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.

  τὴν δ' αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·

  εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.

  ἀλλ' οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,

  ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,

 
ἀλλ' ἀκέους' ἀνέμιμνε κατ' ὄμματα καλὰ βαλοῦσα,

  πρίν γ' ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν' εἰδυῖα

  πηκτὸν ἕδος, καθύπερθε δ' ἐπ' ἀργύφεον βάλε κῶας.

  ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·

  δηρὸν δ' ἄφθογγος τετιημένη ἧστ' ἐπὶ δίφρου,

  οὐδέ τιν' οὔτ' ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,

  ἀλλ' ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος

  ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,

  πρίν γ' ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν' εἰδυῖα

  πολλὰ παρασκώπτους' ἐτρέψατο πότνιαν ἁγνήν,

  μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·

  ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.

  τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου

  πλήσας'· ἣ δ' ἀνένευς'· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε

  πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δ' ἄρ' ἄλφι καὶ ὕδωρ

  δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.

  ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·

  δεξαμένη δ' ὁσίης ἕνεκεν πολυπότνια Δηώ

  ... τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·

  χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ' ἔολπα τοκήων

  ἔμμεναι, ἀλλ' ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς

  καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.

  ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ

  τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.

  νῦν δ', ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ' ἐμοί περ.

 

‹ Prev