Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 690
Complete Works of Homer Page 690

by Homer


  παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον

  ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.

  εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,

  ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων

  ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.

  τὴν δ' αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·

  καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·

  παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,

  θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης

  οὔτ' ἄρ' ἐπηλυσίη δηλήσεται οὔθ' ὑποτάμνον·

  οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,

  οἶδα δ' ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.

  ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ

  χείρεσς' ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.

  ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν

  Δημοφόωνθ', ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,

  ἔτρεφεν ἐν μεγάροις· ὃ δ' ἀέξετο δαίμονι ἶσος,

  οὔτ' οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς

  ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ

  χρίεσκ' ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα

  ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·

  νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν

  λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμ' ἐτέτυκτο,

  ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐώκει.

  καί κέν μιν ποίησεν ἀγήρων τ' ἀθάνατόν τε,

  εἰ μὴ ἄρ' ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα

  νύκτ' ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο

  σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ

  δείσας' ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ

  καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

  τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ

  κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.

  ὣς φάτ' ὀδυρομένη· τῆς δ' ἄιε δῖα θεάων.

  τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ

  παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,

  χείρεσς' ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,

  ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ' αἰνῶς,

  καί ῥ' ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·

  νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ' ἀγαθοῖο

  αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·

  καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.

  ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,

  ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα

  παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·

  νῦν δ' οὐκ ἔσθ' ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·

  τιμὴ δ' ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων

  ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.

  ὥρῃσιν δ' ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν

  παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν

  αἰὲν ἐν ἀλλήλοισιν συνάξους' ἤματα πάντα.

  εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον

  ἀθανάτοις θνητοῖς τ' ὄνεαρ καὶ χάρμα τέτυκται.

  ἀλλ' ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ' αὐτῷ

  τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος

  Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.

  ὄργια δ' αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα

  εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.

  Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε

  γῆρας ἀπωσαμένη· περί τ' ἀμφί τε κάλλος ἄητο·

  ὀδμὴ δ' ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων

  σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο

  λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,

  αὐγῆς δ' ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·

  βῆ δὲ διὲκ μεγάρων· τῆς δ' αὐτίκα γούνατ' ἔλυντο,

  δηρὸν δ' ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς

  μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.

  τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,

  κὰδ δ' ἄρ' ἀπ' εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα

  παῖδ' ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·

  ἣ δ' ἄρα πῦρ ἀνέκαι'· ἣ δ' ἔσσυτο πόσς' ἁπαλοῖσι

  μητέρ' ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.

  ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα

  ἀμφαγαπαζόμεναι· τοῦ δ' οὐ μειλίσσετο θυμός·

  χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.

  αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο

  δείματι παλλόμεναι, ἅμα δ' ἠοῖ φαινομένηφιν

  εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,

  ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.

  αὐτὰρ ὅ γ' εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν

  ἤνωγ' ἠυκόμῳ Δημήτερι πίονα νηὸν

  ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.

  οἳ δὲ μάλ' αἶψ' ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,

  τεῦχον δ', ὡς ἐπέτελλ'. ὃ δ' ἀέξετο δαίμονι ἶσος.

  αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,

  βάν ῥ' ἴμεν οἴκαδ' ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
/>   ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων

  μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.

  αἰνότατον δ' ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν

  ποίης' ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα

  σπέρμ' ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·

  πολλὰ δὲ καμπύλ' ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·

  πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·

  καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων

  λιμοῦ ὑπ' ἀργαλέης, γεράων τ' ἐρικυδέα τιμὴν

  καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ' ἔχοντας,

  εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ' ἐφράσσατο θυμῷ.

  Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι

  Δήμητρ' ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.

  ὣς ἔφαθ'· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι

  πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.

  ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,

  εὗρεν δ' ἐν νηῷ Δημήτερα κυανόπεπλον

  καί μιν φωνήσας' ἔπεα πτερόεντα προσηύδα·

  Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς

  ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.

  ἄλλ' ἴθι, μηδ' ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.

  ὣς φάτο λισσομένη· τῇ δ' οὐκ ἐπεπείθετο θυμός.

  αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας

  πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες

  κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα

  τιμάς θ', ἅς κ' ἐθέλοιτο μετ' ἀθανάτοισιν ἑλέσθαι.

  ἀλλ' οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα

  θυμῷ χωομένης· στερεῶς δ' ἠναίνετο μύθους.

  οὐ μὲν γάρ ποτ' ἔφασκε θυώδεος Οὐλύμποιο

  πρίν γ' ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,

  πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.

  αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,

  εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,

  ὄφρ' Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν

  ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος

  ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ

  ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.

  Ἑρμῆς δ' οὐκ ἀπίθησεν, ἄφαρ δ' ὑπὸ κεύθεα γαίης

  ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.

  τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,

  ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,

  πόλλ' ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δ' ἀποτηλοῦ

  ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.

  ἀγχοῦ δ' ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·

  Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,

  Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν

  ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ

  ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς

  ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,

  φθῖσαι φῦλ' ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,

  σπέρμ' ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς

  ἀθανάτων· ἣ δ' αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι

  μίσγεται, ἀλλ' ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ

  ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.

  ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς

  ὀφρύσιν, οὐδ' ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·

  ἐσσυμένως δ' ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·

  ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον

  ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,

  μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·

  οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ' ἀκοίτης,

  αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δ' ἐοῦσα

  δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,

  τιμὰς δὲ σχήσησθα μετ' ἀθανάτοισι μεγίστας.

  τῶν δ' ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,

  οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται

  εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.

  ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,

  καρπαλίμως δ' ἀνόρους' ὑπὸ χάρματος· αὐτὰρ ὅ γ' αὐτὸς

  ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,

  ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα

  αὖθι παρ' αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.

  ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν

  ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.

  ἣ δ' ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης

  ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι

  σεῦε διὲκ μεγάρων· τὼ δ' οὐκ ἀέκοντε πετέσθην.

  ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα

  οὔθ' ὕδωρ ποταμῶν οὔτ' ἄγκεα ποιήεντα

  ἵππων ἀθανάτων οὔτ' ἄκριες ἔσχεθον ὁρμήν,

  ἀλλ' ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.

  στῆσε δ' ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,

  νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα

  ἤιξ', ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.

  Περσεφόνῃ δ' ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]

&nb
sp; μητρὸς ἑῆς κατ' [ἄρ' ἥ γ' ὄχεα προλιποῦσα καὶ ἵππους]

  ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]

  τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]

  α[ἶψα δόλον θυμός τιν' ὀίσατο, τρέσσε δ' ἄρ' αἰνῶς]

  παυομ[ένη φιλότητος, ἄφαρ δ' ἐρεείνετο μύθῳ·]

  τέκνον, μή ῥά τι μοι ς[ύ γε πάσσαο νέρθεν ἐοῦσα]

  βρώμης; ἐξαύδα, μ[ὴ κεῦθ', ἵνα εἴδομεν ἄμφω·]

  ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]

  καὶ παρ' ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]

  ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.

  εἰ δ' ἐπάσω, πάλιν αὖτις ἰοῦς' ὑπ[ὸ κεύθεσι γαίης]

  οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]

  τὰς δὲ δύω παρ' ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.

  ὁππότε δ' ἄνθεσι γαῖ' εὐώδε[σιν] εἰαρινο[ῖσι]

  παντοδαποῖς θάλλῃ, τόθ' ὑπὸ ζόφου ἠερόεντος

  αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ' ἀνθρώποις.

  [εἶπε δὲ πῶς ς' ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]

  καὶ τίνι ς' ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;

  τὴν δ' αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·

  τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·

  εὖτέ μοι Ἑρμῆς ἦλθ' ἐριούνιος ἄγγελος ὠκὺς

  πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,

  ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα

  λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,

  αὐτίκ' ἐγὼν ἀνόρους' ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ

  ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ' ἐδωδήν,

 

‹ Prev