Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 691
Complete Works of Homer Page 691

by Homer


  ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.

  ὡς δέ μ' ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν

  ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,

  ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.

  ἡμεῖς μὲν μάλα πᾶσαι ἀν' ἱμερτὸν λειμῶνα,

  Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη

  καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε

  Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις

  Χρυσηίς τ' Ἰάνειρά τ' Ἀκάστη τ' Ἀδμήτη τε

  καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ

  καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ' ἐρατεινὴ

  Παλλάς τ' ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,

  παίζομεν ἠδ' ἄνθεα δρέπομεν χείρεσς' ἐρόεντα,

  μίγδα κρόκον τ' ἀγανὸν καὶ ἀγαλλίδας ἠδ' ὑάκινθον

  καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,

  νάρκισσόν θ', ὃν ἔφυς' ὥς περ κρόκον εὐρεῖα χθών.

  αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δ' ἔνερθε

  χώρησεν· τῇ δ' ἔκθορ' ἄναξ κρατερὸς Πολυδέγμων·

  βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι

  πόλλ' ἀεκαζομένην· ἐβόησα δ' ἄρ' ὄρθια φωνῇ.

  ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ' ἀγορεύω.

  ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι

  πολλὰ μάλ' ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον

  ἀμφαγαπαζόμεναι· ἀχέων δ' ἀπεπαύετο θυμός.

  γηθοσύνας δ' ἐδέχοντο παρ' ἀλλήλων ἔδιδόν τε.

  τῇσιν δ' ἐγγύθεν ἦλθ' Ἑκάτη λιπαροκρήδεμνος·

  πολλὰ δ' ἄρ' ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·

  ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ' ἄνασσα.

  ταῖς δὲ μέτ' ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς

  Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον

  ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς

  δωσέμεν, ἅς κεν ἕλοιτο μετ' ἀθανάτοισι θεοῖσι·

  νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο

  τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,

  τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.

  ὣς ἔφατ'· οὐδ' ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.

  ἐσσυμένως δ' ἤιξε κατ' Οὐλύμποιο καρήνων,

  ἐς δ' ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης

  τὸ πρίν, ἀτὰρ τότε γ' οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον

  ἑστήκει πανάφυλλον· ἔκευθε δ' ἄρα κρῖ λευκὸν

  μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα

  μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν

  ἦρος ἀεξομένοιο, πέδῳ δ' ἄρα πίονες ὄγμοι

  βρισέμεν ἀσταχύων, τὰ δ' ἐν ἐλλεδανοῖσι δεδέσθαι.

  ἔνθ' ἐπέβη πρώτιστον ἀπ' αἰθέρος ἀτρυγέτοιο·

  ἀσπασίως δ' ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.

  τὴν δ' ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·

  δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς

  ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς

  [δωσέμεν, ἅς κ' ἐθέλῃσθα] μετ' ἀθανάτοισι θεοῖσι.

  [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο

  [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,

  [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.

  [ὣς ἄρ' ἔφη τελέ]εσθαι· ἑῷ δ' ἐπένευσε κάρητι.

  [ἀλλ' ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην

  ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.

  α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.

  ὣ[ς ἔφατ'. οὐ]δ' ἀπίθησεν ἐυστέφανος Δημήτηρ·

  αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·

  πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν

  ἔβρις'· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι

  δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ

  Εὐμόλπου τε βίῃ Κελεῷ θ' ἡγήτορι λαῶν

  δρησμοσύνην θ' ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,

  Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ

  σεμνά, τά τ' οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι

  οὔτ' ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.

  ὄλβιος, ὃς τάδ' ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·

  ὃς δ' ἀτελὴς ἱερῶν ὅς τ' ἄμμορος, οὔποθ' ὁμοίων

  αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.

  αὐτὰρ ἐπειδὴ πάνθ' ὑπεθήκατο δῖα θεάων,

  βάν ῥ' ἴμεν Οὔλυμπόνδε θεῶν μεθ' ὁμήγυριν ἄλλων.

  ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ

  σεμναί τ' αἰδοῖαι τε· μέγ' ὄλβιος, ὅν τιν' ἐκεῖναι

  προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·

  αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα

  Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.

  ἀλλ' ἄγ' Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα

  καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,

  πότνια, ἀγλαόδωρ', ὡρηφόρε, Δηοῖ ἄνασσα,

  αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·

  πρόφρονες ἀντ' ὠδῆς βίοτον θυμήρε' ὄπαζε.

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

  Εἲς Ἀπόλλωνα [Δήλιον]

  λμνήσομαι οὐδὲ λ�
��θωμαι Ἀπόλλωνος ἑκάτοιο,

  ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·

  καί ῥά τ' ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο

  πάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.

  Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,

  ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,

  καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα

  τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο

  πασσάλου ἐκ χρυσέου· τὸν δ' ἐς θρόνον εἷσεν ἄγουσα.

  τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ

  δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι

  ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,

  οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.

  χαῖρε, μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,

  Ἀπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,

  τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,

  κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,

  ἀγχοτάτω φοίνικος, ἐπ' Ἰνωποῖο ῥεέθροις.

  πῶς τ' ἄρ ς' ὑμνήσω πάντως εὔυμνον ἐόντα;

  πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ' ἀοιδῆς,

  ἠμὲν ἀν' ἤπειρον πορτιτρόφον ἠδ' ἀνὰ νήσους·

  πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι

  ὑψηλῶν ὀρέων ποταμοί θ' ἅλαδε προρέοντες

  ἀκταί τ' εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.

  ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,

  κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,

  Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν

  ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,

  ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.

  ὅσσους Κρήτη τ' ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν

  νῆσός τ' Αἰγίνη ναυσικλειτή τ' Εὔβοια,

  Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος

  Θρηίκιός τ' Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα

  Θρηικίη τε Σάμος Ἴδης τ' ὄρεα σκιόεντα,

  Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,

  Ἴμβρος τ' εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα

  Λέσβος τ' ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,

  καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,

  παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα

  καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ

  καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ' αἰπεινὰ κάρηνα

  Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,

  καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα

  Νάξος τ' ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,

  τόσσον ἔπ' ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,

  εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.

  αἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη

  Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·

  πρίν γ' ὅτε δή ῥ' ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ

  καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·

  δῆλ', εἰ γάρ κ' ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,

  Φοίβου Ἀπόλλωνος, θέσθαι τ' ἔνι πίονα νηόν,

  ἄλλος δ' οὔτις σεῖό ποθ' ἅψεται, οὐδέ σε λήσει·

  οὐδ' εὔβων σέ γ' ἔσεσθαι ὀίομαι οὔτ' εὔμηλον,

  οὐδὲ τρύγην οἴσεις οὔτ' ἂρ φυτὰ μυρία φύσεις.

  εἰ δέ κ' Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,

  ἄνθρωποί τοι πάντες ἀγινήσους' ἑκατόμβας

  ἐνθάδ' ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπτος αἰεῖ

  δημοῦ ἀναΐξει βοσκήσεις θ' οἵ κέ ς' ἔχωσι

  χειρὸς ἀπ' ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ' οὖδας.

  ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·

  Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,

  ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος

  δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς

  ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.

  ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·

  λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα

  ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι

  καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.

  τῷ ῥ' αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,

  μή, ὁπότ' ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,

  νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,

  ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,

  ἔνθ' ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ

  κλύσσει· ὃ δ' ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,

  τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·

  πουλύποδες δ' ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι

  οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.

  ἀλλ' εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,

  ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν

  ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα

  (τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα )

  πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.

  ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·

  ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν

  καὶ τὸ κατειβόμενο�
� Στυγὸς ὕδωρ, ὅστε μέγιστος

  ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·

  ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ

  βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ' ἔξοχα πάντων.

  αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

  Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·

  Λητὼ δ' ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις

  ὠδίνεσσι πέπαρτο. θεαὶ δ' ἔσαν ἔνδοθι πᾶσαι,

  ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε

  Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη

  ἄλλαι τ' ἀθάναται νόσφιν λευκωλένου Ἥρης·

  ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·

  μούνη δ' οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·

  ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,

  Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε

  ζηλοσύνῃ, ὅτ' ἄρ' υἱὸν ἀμύμονά τε κρατερόν τε

  Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ' ἔμελλεν.

  αἳ δ' Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,

  ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,

  χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·

  νόσφιν δ' ἤνωγον καλέειν λευκωλένου Ἥρης,

  νή μιν ἔπειτ' ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.

  αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,

  βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.

  αὐτὰρ ἐπεί ῥ' ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,

  αὐτίκ' ἄρ' Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε

 

‹ Prev