Book Read Free

Complete Works of Homer

Page 693

by Homer


  ὅν ποτ' ἄρ' Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,

  ἡνίκ' ἄρα Κρονίδης ἐρικυδέα γείνατ' Ἀθήνην

  ἐν κορυφῇ· ἣ δ' αἶψα χολώσατο πότνια Ἥρη

  ἠδὲ καὶ ἀγρομένοισι μετ' ἀθανάτοισιν ἔειπε·

  κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,

  ὡς ἔμ' ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς

  πρῶτος, ἐπεί μ' ἄλοχον ποιήσατο κέδν' εἰδυῖαν·

  καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,

  ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν·

  αὐτὰρ ὅ γ' ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι

  παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή·

  [αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή]

  ῥῖψ' ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ·

  ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα

  δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.

  ὡς ὄφελ' ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.

  σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;

  πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;

  οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης

  ἦα ῥ' ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

  φράζεο νῦν μή τοί τι κακὸν μητίσομ' ὀπίσσω.

  καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται

  παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,

  οὔτε σὸν αἰσχύνας' ἱερὸν λέχος οὔτ' ἐμὸν αὐτῆς.

  οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ' ἀπὸ σεῖο

  τηλόθ' ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.

  ὣς εἰποῦς' ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.

  αὐτίκ' ἔπειτ' ἠρᾶτο βοῶπις πότνια Ἥρη,

  χειρὶ καταπρηνεῖ δ' ἔλασε χθόνα καὶ φάτο μῦθον·

  κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν

  Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες

  Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε·

  αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα

  νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου·

  ἀλλ' ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.

  ὣς ἄρα φωνήσας' ἵμασε χθόνα χειρὶ παχείῃ·

  κινήθη δ' ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα

  τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι.

  ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν

  οὔτε πότ' εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,

  οὔτε πότ' ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ

  αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς·

  ἀλλ' ἥ γ' ἐν νηοῖσι πολυλλίστοισι μένουσα

  τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.

  ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο

  ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,

  ἣ δ' ἔτεκ' οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,

  δεινόν τ' ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.

  αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη

  δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δ' ὑπέδεκτο.

  ὃς κακὰ πόλλ' ἔρδεσκεν ἀγακλυτὰ φῦλ' ἀνθρώπων·

  ὃς τῇ γ' ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,

  πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων

  καρτερόν· ἣ δ' ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι

  κεῖτο μέγ' ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.

  θεσπεσίη δ' ἐνοπὴ γένετ' ἄσπετος· ἣ δὲ καθ' ὕλην

  πυκνὰ μάλ' ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν

  φοινὸν ἀποπνείους'· ὃ δ' ἐπηύξατο Φοῖβος Ἀπόλλων·

  ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ·

  οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν

  ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες

  ἐνθάδ' ἀγινήσουσι τεληέσσας ἑκατόμβας·

  οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ' οὔτε Τυφωεὺς

  ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ' αὐτοῦ

  πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.

  ὣς φάτ' ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε.

  τὴν δ' αὐτοῦ κατέπυς' ἱερὸν μένος Ἠελίοιο,

  ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα

  Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι

  αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.

  καὶ τότ' ἄρ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,

  οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε·

  βῆ δ' ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ' ἵκανε·

  στῆ δὲ μάλ' ἄγχ' αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε·

  Τελφοῦς', οὐκ ἄρ' ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα

  χῶρον ἔχους' ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.

  ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.

  ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων

  πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα

  καὶ βωμὸν ποιήσατ' ἐν ἄλσεϊ δενδρήεντι,

  ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδ' ἄνακτι

  πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,

  οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.

  καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβ
ος Απόλλων,

  οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,

  οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ·

  ταῦτ' ἄρα ὁρμαίνων ἐνόης' ἐπὶ οἴνοπι πόντῳ

  νῆα θοήν· ἐν δ' ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,

  Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι

  ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας

  φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ

  χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.

  οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ

  ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ' ἀνθρώπους

  ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων·

  ἐν πόντῳ δ' ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς

  νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε·

  τῶν δ' οὔτις κατὰ θυμὸν ἐπεφράσαθ' ὥστε νοῆσαι

  [ἐκβάλλειν δ' ἔθελον δελφῖν'· ὁ δὲ νῆα μέλαιναν]

  πάντος' ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.

  οἳ δ' ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες·

  οὐδ' οἵ γ' ὅπλ' ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,

  οὐδ' ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,

  ἀλλ' ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,

  ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε

  νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν,

  πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον

  ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,

  Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ

  Ἠελίοιο ἄνακτος, ἔχει δ' ἐπιτερπέα χῶρον.

  οἳ μὲν ἄρ' ἔνθ' ἔθελον νῆα σχεῖν ἠδ' ἀποβάντες

  φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,

  εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον

  ἢ εἰς οἶδμ' ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.

  ἀλλ' οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,

  ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα

  ἤι' ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων

  ῥηιδίως ἴθυν'· ἣ δὲ πρήσσουσα κέλευθον

  Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν

  καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ

  καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ' ἀνθρώπους.

  βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην

  ἠδὲ παρ' Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.

  εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,

  καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ' ὄρος αἰπὺ πέφαντο

  Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.

  ἀλλ' ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν

  καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,

  ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει·

  ἦλθ' ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,

  λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα

  νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.

  ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ' ἠέλιόν τε

  ἔπλεον· ἡγεμόνευε δ' ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

  ἷξον δ' ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,

  ἐς λιμέν'· ἣ δ' ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.

  ἔνθ' ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,

  ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δ' ἀπὸ πολλαὶ

  σπινθαρίδες πωτῶντο, σέλας δ' εἰς οὐρανὸν ἷκεν·

  ἐς δ' ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.

  ἔνθ' ἄρ' ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα·

  πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δ' ὀλόλυξαν

  Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες

  Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλ' ἑκάστῳ.

  ἔνθεν δ' αὖτ' ἐπὶ νῆα νόημ' ὣς ἆλτο πέτεσθαι,

  ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,

  πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους·

  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·

  ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα;

  ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε

  οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται

  ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;

  τίφθ' οὕτως ἧσθον τετιηότες, οὐδ' ἐπὶ γαῖαν

  ἐκβῆτ', οὐδὲ καθ' ὅπλα μελαίνης νηὸς ἔθεσθε;

  αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,

  ὁππότ' ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ

  ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας

  σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.

  ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.

  τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·

  ξεῖν', ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,

  οὐ δέμας οὐδὲ φυήν, ἀλλ' ἀθανάτοισι θεοῖσιν,

  οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.

  καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' εὖ εἰδῶ·

  τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;

  ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα

  ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ' εἶναι·

  νῦν δ' ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,

  νόστου ἱέμ�
�νοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα·

  ἀλλά τις ἀθανάτων δεῦρ' ἤγαγεν οὐκ ἐθέλοντας.

  τοὺς δ' ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων·

  ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε

  τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ' ὑπότροποι αὖτις ἔσεσθε

  ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος

  ἔς τε φίλας ἀλόχους· ἀλλ' ἐνθάδε πίονα νηὸν

  ἕξετ' ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.

  εἰμὶ δ' ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ' εὔχομαι εἶναι·

  ὑμέας δ' ἤγαγον ἐνθάδ' ὑπὲρ μέγα λαῖμα θαλάσσης,

  οὔ τι κακὰ φρονέων, ἀλλ' ἐνθάδε πίονα νηὸν

  ἕξετ' ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,

  βουλάς τ' ἀθανάτων εἰδήσετε, τῶν ἰότητι

  αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.

  ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·

  ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,

  νῆα δ' ἔπειτα θοὴν μὲν ἐπ' ἠπείρου ἐρύσασθε,

  ἐκ δὲ κτήμαθ' ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης

  καὶ βωμὸν ποιήσατ' ἐπὶ ῥηγμῖνι θαλάσσης·

  πῦρ δ' ἐπικαίοντες ἐπί τ' ἄλφιτα λευκὰ θύοντες

  εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.

  ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ

  εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,

  ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς

  αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.

  δειπνῆσαί τ' ἄρ' ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ

 

‹ Prev