Complete Works of Homer

Home > Fantasy > Complete Works of Homer > Page 695
Complete Works of Homer Page 695

by Homer


  ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν

  οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,

  οὐδὲ κύνες λελάκοντο· Διὸς δ' ἐριούνιος Ἑρμῆς

  δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν

  αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ' ὀμίχλη.

  ἰθύσας δ' ἄντρου ἐξίκετο πίονα νηὸν

  ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ' οὔδει.

  ἐσσυμένως δ' ἄρα λίκνον ἐπώχετο κύδιμος Ἑρμῆς·

  σπάργανον ἀμφ' ὤμοις εἰλυμένος, ἠύτε τέκνον

  νήπιον, ἐν παλάμῃσι περ' ἰγνύσι λαῖφος ἀθύρων

  κεῖτο, χέλυν ἐρατὴν ἐπ' ἀριστερὰ χειρὸς ἐέργων.

  μητέρα δ' οὐκ ἄρ' ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον·

  τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ

  ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ' οἴω

  ἢ τάχ' ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα

  Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν

  ἣ σὲ φέροντα μεταξὺ κατ' ἄγκεα φηλητεύσειν.

  ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν

  θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.

  τὴν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

  μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον

  νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,

  ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;

  αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,

  βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι

  νῶι μετ' ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι

  αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ', ὡς σὺ κελεύεις.

  βέλτερον ἤματα πάντα μετ' ἀθανάτοις ὀαρίζειν,

  πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα

  ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς,

  κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.

  εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε

  πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.

  εἰ δέ μ' ἐρευνήσει Δητοῦς ἐρικυδέος υἱός,

  ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.

  εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων·

  ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας

  πορθήσω καὶ χρυσόν, ἅλις τ' αἴθωνα σίδηρον

  καὶ πολλὴν ἐσθῆτα· σὺ δ' ὄψεαι, αἴ κ' ἐθέλῃσθα.

  ὣς οἳ μέν ῥ' ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,

  υἱός τ' αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.

  Ἠὼς δ' ἠριγένεια φόως θνητοῖσι φέρουσα

  ὤρνυτ' ἀπ' Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων

  Ὀγχηστόνδ' ἀφίκανε κιών, πολυήρατον ἄλσος

  ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα

  κνώδαλον εὗρε νέμοντα παρ' ἔξοδον ἕρκεος αὐλῆς.

  τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός·

  ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,

  βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ' ἱκάνω,

  πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,

  ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ' ἄλλων

  κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο

  τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν,

  οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται·

  ταὶ δ' ἔβαν ἠελίοιο νέον καταδυομένοιο

  ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.

  ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας

  ἀνέρα ταῖσδ' ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.

  τὸν δ' ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·

  ὦ φίλος, ἀργαλέον μέν, ὅς' ὀφθαλμοῖσιν ἴδοιτο,

  πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,

  τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ' ἐσθλὰ

  φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·

  αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·

  παῖδα δ' ἔδοξα, φέριστε, σαφὲς δ' οὐκ οἶδα, νοῆσαι,

  ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει

  νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δ' ἐβάδιζεν.

  ἐξοπίσω δ' ἀνέεργε, κάρη δ' ἔχεν ἀντίον αὐτῷ.

  φῆ ῥ' ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·

  οἰωνὸν δ' ἐνόει τανυσίπτερον, αὐτίκα δ' ἔγνω

  φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.

  ἐσσυμένως δ' ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων

  ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,

  πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους'

  ἴχνιά τ' εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·

  ὦ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·

  ἴχνια μὲν τάδε γ' ἐστὶ βοῶν ὀρθοκραιράων,

  ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·

  βήματα δ' οὔτ' ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς

  οὔτε λύκων πολιῶν οὔτ' ἄρκτων οὔτε λεόντων·

  οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,

  ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·

  αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ
δ' αἰνότερ' ἔνθεν ὁδοῖο.

  ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

  Κυλλήνης δ' ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,

  πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη

  ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.

  ὀδμὴ δ' ἱμερόεσσα δι' οὔρεος ἠγαθέοιο

  κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.

  ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν

  ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.

  Τὸν δ' ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς

  χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,

  σπάργαν' ἔσω κατέδυνε θυήεντ'· ἠύτε πολλὴν

  πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,

  ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.

  ἐν δ' ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,

  φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,

  ἐγρήσσων ἐτεόν γε· χέλυν δ' ὑπὸ μασχάλῃ εἶχε.

  γνῶ δ' οὐδ' ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς

  νύμφην τ' οὐρείην περικαλλέα καὶ φίλον υἱόν,

  παῖδ' ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.

  παπτήνας δ' ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο

  τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν

  νέκταρος ἐμπλείους ἠδ' ἀμβροσίης ἐρατεινῆς·

  πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,

  πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,

  οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·

  ἔνθ' ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο

  Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

  ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς

  θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθ' οὐ κατὰ κόσμον.

  ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,

  ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ

  ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλ' ὑπὸ γαίῃ

  ἐρρήσεις ὀλίγοισι μετ' ἀνδράσιν ἡγεμονεύων.

  Τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

  Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;

  καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ' ἱκάνεις;

  οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·

  οὐκ ἂν μηνύσαιμ', οὐκ ἂν μήνυτρον ἀροίμην·

  οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.

  οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·

  ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς

  σπάργανά τ' ἀμφ' ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.

  μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·

  καί κεν δὴ μέγα θαῦμα μετ' ἀθανάτοισι γένοιτο,

  παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι

  βουσὶν ἐπ' ἀγραύλοισι· τὸ δ' ἀπρεπέως ἀγορεύεις.

  χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ' ὕπο χθών.

  εἰ δ' ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·

  μὴ μὲν ἐγὼ μήτ' αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,

  μήτε τιν' ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,

  αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

  ὣς ἄρ' ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων

  ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,

  μάκρ' ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.

  τὸν δ' ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·

  ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλ' οἴω

  πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας

  ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ' οὔδεϊ φῶτα καθίσσαι,

  σκευάζοντα κατ' οἶκον ἄτερ ψόφου, οἷ' ἀγορεύεις·

  πολλοὺς δ' ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας

  οὔρεος ἐν βήσσῃς, ὁπότ' ἄν κρειῶν ἐρατίζων

  ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.

  ἀλλ' ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,

  ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.

  τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ' ἀθανάτοις γέρας ἕξεις.

  ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.

  ὣς ἄρ' ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.

  σὺν δ' ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης

  οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,

  τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.

  ἐσσυμένως δὲ μετ' αὐτὸν ἐπέπταρε· τοῖο δ' Ἀπόλλων

  ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.

  ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο

  Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·

  θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·

  εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα

  τούτοις οἰωνοῖσι· σὺ δ' αὖθ' ὁδὸν ἡγεμονεύσεις.

  ὣς φάθ'· ὃ δ' αὖτ' ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,

  σπουδῇ ἰών· ἄμφω δὲ παρ' οὔατα χερσὶν ἐώθει

  σπάργανον ἀμφ' ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·

  πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;

  ἦ με βοῶν ἕνεχ' ὧδε χολούμενος ὀρσολοπεύεις;

  ὦ πόποι, εἴθ' ἀπόλοι
το βοῶν γένος· οὐ γὰρ ἐγώ γε

  ὑμετέρας ἔκλεψα βόας οὐδ' ἄλλον ὄπωπα,

  αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

  δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.

  αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον

  Ἑρμῆς τ' οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,

  ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν

  ... οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,

  αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν

  ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.

  αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,

  ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε

  πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.

  αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο

  ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα·

  κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.

  οὐμιλίη δ' ἔχ' Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ

  ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.

  ἔστησαν δ' Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων

  πρόσθε Διὸς γούνων· ὃ δ' ἀνείρετο φαίδιμον υἱὸν

  Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε·

  φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ' ἐλαύνεις,

  παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;

  σπουδαῖον τόδε χρῆμα θεῶν μεθ' ὁμήγυριν ἦλθε.

  τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·

  ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,

 

‹ Prev