Book Read Free

Complete Works of Homer

Page 696

by Homer


  κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.

  παῖδά τιν' εὗρον τόνδε διαπρύσιον κεραϊστὴν

  Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,

  κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα

  οὐδ' ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰς' ἐπὶ γαίῃ.

  κλέψας δ' ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ' ἐλαύνων

  ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,

  εὐθὺ Πύλονδ' ἐλάων· τὰ δ' ἄρ' ἴχνια δοιὰ πέλωρα,

  οἷά τ' ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.

  τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα

  ἀντία βήματ' ἔχουσα κόνις ἀνέφαινε μέλαινα·

  αὐτὸς δ' ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ' ἄρα ποσσὶν

  οὔτ' ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·

  ἀλλ' ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα

  τοῖα πέλωρ' ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.

  ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,

  ῥεῖα μάλ' ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·

  αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,

  ἄφραστος γένετ' ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ

  χῶρον ἀνὰ κρατερόν· τὸν δ' ἐφράσατο βροτὸς ἀνὴρ

  ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.

  αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε

  καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ' ἔνθα,

  ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,

  ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν

  αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν

  αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.

  αὐτὸς δ' αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν·

  οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα

  οὐδέ κε μηνύσαιμ', οὐδ' ἄν μήνυτρον ἀροίμην.

  Ἠ τοι ἄρ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο Φοῖβος Ἀπόλλων·

  Ερμῆς δ' αὖθ' ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,

  δείξατο δ' ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων·

  ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω·

  νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.

  ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς

  σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο·

  οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας,

  μηνύειν δ' ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,

  πολλὰ δέ μ' ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,

  οὕνεχ' ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,

  αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τ' οἶδε καὶ αὐτός,

  οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.

  πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,

  ὡς οὐκ οἴκαδ' ἔλασσα βόας, ὣς ὄλβιος εἴην,

  οὐδ' ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τ' ἀτρεκέως ἀγορεύω.

  Ἠέλιον δὲ μάλ' αἰδέομαι καὶ δαίμονας ἄλλους,

  καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,

  ὡς οὐκ αἴτιός εἰμι· μέγαν δ' ἐπιδώσομαι ὅρκον·

  οὐ μὰ τάδ' ἀθανάτων εὐκόσμητα προθύραια.

  καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,

  καὶ κρατερῷ περ ἐόντι· σὺ δ' ὁπλοτέροισιν ἄρηγε.

  ὣς φάτ' ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·

  καὶ τὸ σπάργανον εἶχεν ἐπ' ὠλένῃ οὐδ' ἀπέβαλλε.

  Ζεὺς δὲ μέγ' ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα

  εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.

  ἀμφοτέρους δ' ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας

  ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν

  καὶ δεῖξαι τὸν χῶρον ἐπ' ἀβλαβίῃσι νόοιο,

  ὅππη δὴ αὖτ' ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.

  νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ' ἀγλαὸς Ἑρμῆς·

  ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.

  τὼ δ' ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα

  ἐς Πύλον ἠμαθόεντα ἐπ' Ἀλφειοῦ πόρον ἷξον·

  ἀγροὺς δ' ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,

  ἡχοῦ δὴ τὰ χρήματ' ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.

  ἔνθ' Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον

  ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·

  Λητοΐδης δ' ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας

  πέτρῃ ἐπ' ἠλιβάτῳ, τάχα δ' εἴρετο κύδιμον Ἑρμῆν·

  πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,

  ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε

  θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ

  μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.

  ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ

  [ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.

  ν"β"τὸν δ' οὐκ ἴσχανε δεσμά, λύγοι δ' ἀπὸ τηλόσε πῖπτον]

  ἄγνου· ταὶ δ' ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο

  αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,

  ῥεῖά τε καὶ πάσῃσιν ἐπ' ἀγραύλοισι βόεσσιν,

  Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων

  θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης

  χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,

  ... ἐγκρύψαι μεμ�
�ώς· Λητοῦς δ' ἐρικυδέος υἱὸν

  ῥεῖα μάλ' ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ' αὐτός,

  καὶ κρατερόν περ ἐόντα· λαβὼν δ' ἐπ' ἀριστερὰ χειρὸς

  πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δ' ὑπὸ χειρὸς

  σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων

  γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ' ἰωὴ

  θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει

  θυμῷ ἀκουάζοντα· λύρῃ δ' ἐρατὸν κιθαρίζων

  στῆ ῥ' ὅ γε θαρσήσας ἐπ' ἀριστερὰ Μαιάδος υἱὸς

  Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων

  γηρύετ' ἀμβολάδην ἐρατὴ δέ οἱ ἕσπετο φωνή κραίνων

  ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,

  ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.

  Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,

  μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·

  τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος

  ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,

  πάντ' ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.

  τὸν δ' ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,

  καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

  βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,

  πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.

  ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·

  νῦν δ' ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,

  ἦ σοί γ' ἐκ γενετῆς τάδ' ἅμ' ἕσπετο θαυματὰ ἔργα

  ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων

  δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;

  θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,

  ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν' ἀνδρῶν

  οὔτε τιν' ἀθανάτων, οἳ Ὀλύμπια δώματ' ἔχουσι,

  νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.

  τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,

  τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,

  εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.

  καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,

  τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς

  καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·

  ἀλλ' οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,

  οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.

  θαυμάζω, Διὸς υἱέ, τάδ', ὡς ἐρατὸν κιθαρίζεις.

  νῦν δ' ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,

  ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι·

  νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι

  σοί τ' αὐτῷ καὶ μητρί· τὸ δ' ἀτρεκέως ἀγορεύσω·

  ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε

  κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν' εἵσω

  δώσω τ' ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.

  τὸν δ' Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·

  εἰρωτᾷς μ', Ἐκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι

  τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.

  σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι

  βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ' εὖ οἶδας·

  πρῶτος γάρ, Διὸς υἱέ, μετ' ἀθανάτοισι θαάσσεις,

  ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς

  ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.

  καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς

  μαντείας θ' Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα

  τῶν νῦν αὐτὸς ἐγώ σε μαλ' ἀφνειὸν δεδάηκα·

  σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

  ἀλλ' ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,

  μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε

  δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.

  εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,

  καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.

  εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν

  καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον

  εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν

  τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,

  φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει

  ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,

  ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν

  νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,

  μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.

  σοὶ δ' αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.

  καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε·

  ἡμεῖς δ' αὖτ' ὄρεός τε καὶ ἱπποβότου πεδίοιο

  βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.

  ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι

  μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ

  κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.

  ὣς εἰπὼν ὤρεξ'· ὃ δ' ἐδέξατο Φοῖβος Ἀπόλλων,

  Ἐρμῇ δ' ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,

  βουκολίας τ' ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς

  γηθήσας· κίθαριν δὲ λαβὼν ἐπ' ἀριστερὰ �
�ειρὸς

  Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,

  πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δ' ὑπένερθε

  σμερδαλέον κονάβησε· θεὸς δ' ὑπὸ καλὸν ἄεισεν.

  ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα

  ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,

  ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο

  τερπόμενοι φόρμιγγι· χάρη δ' ἄρα μητιέτα Ζεύς,

  ἄμφω δ' ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς

  Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,

  σήματ' ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν

  ἱμερτήν, δεδαώς, ὃ δ' ἐπωλένιον κιθάριζεν·

  αὐτὸς δ' αὖθ' ἑτέρης σοφίης ἐκμάσσατο τέχνην·

  συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ' ἀκουστήν.

  καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε·

  δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,

  μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα·

  τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα

  θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.

  ἀλλ' εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,

  ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,

  πάντ' ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.

  καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,

  μή ποτ' ἀποκλέψειν, ὅς' Ἑκηβόλος ἐκτεάτισται,

  μηδέ ποτ' ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων

  Λητοΐδης κατένευσεν ἐπ' ἀρθμῷ καὶ φιλότητι,

  μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,

 

‹ Prev