Book Read Free

Complete Works of Homer

Page 699

by Homer


  δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ' ἑλόντες,

  καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.

  ἢ γὰρ Ζεὺς ὅδε γ' ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων

  ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν

  εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ' ἔχουσιν.

  ἀλλ' ἄγετ', αὐτὸν ἀφῶμεν ἐπ' ἠπείροιο μελαίνης

  αὐτίκα· μηδ' ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς

  ὄρσῃ ἔπ' ἀργαλέους τ' ἀνέμους καὶ λαίλαπα πολλήν.

  Ὣς φάτο· τὸν δ' ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·

  δαιμόνι', οὖρον ὅρα, ἅμα δ' ἱστίον ἕλκεο νηὸς

  σύμπανθ' ὅπλα λαβών· ὅδε δ' αὖτ' ἄνδρεσσι μελήσει.

  ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον

  ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν

  ἔκ ποτ' ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα

  οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.

  ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.

  ἔμπνευσεν δ' ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ' ἄρ' ὅπλα

  καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.

  οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν

  ἡδύποτος κελάρυζ' εὐώδης, ὤρνυτο δ' ὀδμὴ

  ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.

  αὐτίκα δ' ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη

  ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ

  βότρυες· ἀμφ' ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,

  ἄνθεσι τηλεθάων, χαρίεις δ' ἐπὶ καρπὸς ὀρώρει·

  πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,

  νῆ' ἤδη τότ' ἔπειτα κυβερνήτην ἐκέλευον

  γῇ πελάαν· ὃ δ' ἄρα σφι λέων γένετ' ἔνδοθι νηὸς

  δεινὸς ἐπ' ἀκροτάτης, μέγα δ' ἔβραχεν, ἐν δ' ἄρα μέσσῃ

  ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·

  ἂν δ' ἔστη μεμαυῖα· λέων δ' ἐπὶ σέλματος ἄκρου

  δεινὸν ὑπόδρα ἰδών· οἳ δ' ἐς πρύμνην ἐφόβηθεν,

  ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα

  ἔσταν ἄρ' ἐκπληγέντες· ὃ δ' ἐξαπίνης ἐπορούσας

  ἀρχὸν ἕλ', οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες

  πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,

  δελφῖνες δ' ἐγένοντο· κυβερνήτην δ' ἐλεήσας

  ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·

  θάρσει, δῖε κάτωρ, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·

  εἰμὶ δ' ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ

  Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.

  χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι

  σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.

  Εἲς Ἄρεα

  λἎρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,

  ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,

  καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,

  Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,

  ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,

  ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων

  αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι

  ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·

  κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,

  πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα

  ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην

  σεύασθαι κακότητα πικρὴν ἀπ' ἐμοῖο καρήνου,

  καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,

  θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μ' ἐρέθῃσι

  φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος

  δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς

  δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.

  Εἲς Ἄρτεμιν

  Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.

  παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,

  ἥθ' ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος

  ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει

  ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ' ἀργυρότοξος Ἀπόλλων

  ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.

  καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ·

  αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ' ἀείδειν,

  σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

  διϜ1 τψπε"ηψμν"οργ"υνιφορμ"σαμπλε"ξομπλετε"

  Εἲς Ἀφροδίτην

  κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι

  μείλιχα δῶρα δίδωσιν, ἐφ' ἱμερτῷ δὲ προσώπῳ

  αἰεὶ μειδιάει καὶ ἐφ' ἱμερτὸν θέει ἄνθος.

  χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα

  εἰναλίης τε Κύπρου· δὸς δ' ἱμερόεσσαν ἀοιδήν.

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

  διϜ1 τψπε"ηψμν"οργ"υνιφορμ"σαμπλε"ξομπλετε"

  Εἲς Ἀθήναν

  Παλλάδ' Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ' ἀείδειν,

  δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα

  περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,

  καί τ' ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.

  χαῖρε, θεά, δὸς δ' ἄμμι τύ�
�ην εὐδαιμονίην τε.

  Εἲς Ἥραν

  Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,

  ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,

  Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,

  κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον

  ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.

  Εἲς Δημήτραν

  Δημήτηρ' ἠύκομον, σεμνὴν θεάν, ἄρχομ' ἀείδειν,

  αὐτὴν καὶ κούρην, περικαλλέα Περσεφόνειαν.

  χαῖρε, θεά, καὶ τήνδε σάου πόλιν· ἄρχε δ' ἀοιδῆς.

  Εἲς Μητέρα Θεῶν

  μητέρα μοι πάντων τε θεῶν πάντων τ' ἀνθρώπων

  ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,

  ᾗ κροτάλων τυπάνων τ' ἰαχὴ σύν τε βρόμος αὐλῶν

  εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων

  οὔρεά τ' ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.

  καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ.

  �

  Εἲς Ἡρακλέα Λεοντόθυμον

  Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ' ἄριστον

  γείνατ' ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν

  Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·

  ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν

  πλαζόμενος πομπῇσιν ὕπ' Εὐρυσθῆος ἄνακτος

  πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ' ἀνέτλη·

  νῦν δ' ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου

  ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.

  χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δ' ἀρετήν τε καὶ ὄλβον.

  Εἲς Ἀσκληπιόν

  ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ' ἀείδειν,

  υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς

  Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,

  χάρμα μέγ' ἀνθρώποισι, κακῶν θελκτῆρ' ὀδυνάων.

  καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ ς' ἀοιδῇ.

  Εἲς Διοσκούρους

  Κάστορα καὶ Πολυδεύκἐ ἀείσεο, Μοῦσα λίγεια,

  Τυνδαρίδας, οἳ Ζηνὸς Ὀλυμπίου ἐξεγένοντο·

  τοὺς ὑπὸ Τηϋγέτου κορυφῇς τέκε πότνια Λήδη

  λάθρη ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι.

  χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων.

  Εἲς Ἑρμῆν

  Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,

  Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,

  ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,

  Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,

  αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,

  ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων

  νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,

  εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·

  λάνθανε δ' ἀθανάτους τε θεοὺς θνητούς τ' ἀνθρώπους.

  καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·

  σεῦ δ' ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.

  [χαῖρ'. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]

  Εἲς Πᾶνα

  ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,

  αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ' ἀνὰ πίση

  δενδρήεντ' ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,

  αἵ τε κατ' αἰγίλιπος πέτρης στείβουσι κάρηνα

  Πᾶν' ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,

  αὐχμήενθ', ὃς πάντα λόφον νιφόεντα λέλογχε

  καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.

  φοιτᾷ δ' ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,

  ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,

  ἄλλοτε δ' αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,

  ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.

  πολλάκι δ' ἀργινόεντα διέδραμεν οὔρεα μακρά,

  πολλάκι δ' ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,

  ὀξέα δερκόμενος· τότε δ' ἕσπερος ἔκλαγεν οἶον

  ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων

  νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν

  ὄρνις, ἥτ' ἔαρος πολυανθέος ἐν πετάλοισι

  θρῆνον ἐπιπροχέους' ἀχέει μελίγηρυν ἀοιδήν.

  σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι

  φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ

  μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·

  δαίμων δ' ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ' ἐς μέσον ἕρπων,

  πυκνὰ ποσὶν διέπει, λαῖφος δ' ἐπὶ νῶτα δαφοινὸν

  λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς

  ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ' ὑάκινθος

  εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.

  ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·

  οἷόν θ' Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων

  ἔννεπον, ὡς ὅ γ' ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,

  καί ῥ' ὅ γ' ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,

  ἐξίκετ', ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.

  ἔνθ' ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ' ἐνόμευεν

  ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν

  νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·

  ἐκ δ' ἐτέλεσσε γάμον θαλερόν. τέκε δ' ἐν μεγ�
��ροισιν

  Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,

  αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·

  φεῦγε δ' ἀναΐξασα, λίπεν δ' ἄρα παῖδα τιθήνη

  δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.

  τὸν δ' αἶψ' Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε

  δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.

  ῥίμφα δ' ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας

  δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκώοιο λαγωοῦ

  πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,

  δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ' ἄρα θυμὸν ἔτερφθεν

  ἀθάνατοι, περίαλλα δ' ὁ Βάκχειος Διόνυσος·

  Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.

  καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ ς' ἀοιδῇ

  αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ' ἀοιδῆς.

  Εἲς Ἥφαιστον

  Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,

  ὃς μετ' Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα

  ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ

  ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.

  νῦν δὲ δι' Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες

  ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν

  εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.

  ἀλλ' ἵληθ', Ἥφαιστε· δίδου δ' ἀρετήν τε καὶ ὄλβον.

 

‹ Prev