Delphi Septuagint
Page 487
CHAPTER 14
[1] μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν· [2] μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. [3] Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα; [4] ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. [5] ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. [6] τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· [7] κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπ’ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ. [8] πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. [9] πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν. [10] ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ. [11] Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε· [12] μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· [13] πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ. [14] μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω. [15] οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου; [16] δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν. [17] πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἀπ’ αἰῶνος Θανάτῳ ἀποθανῇ. [18] ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει, οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται. [19] πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται. [20] Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται, [21] ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται. [22] ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε. [23] ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται, [24] ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς, [25] στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν, [26] θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται, [27] σκεπασθήσεται ὑπ’ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.
CHAPTER 15
[1] Ὁ φοβούμενος κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν· [2] καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν· [3] ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν· [4] στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· [5] καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ· [6] εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει. [7] οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· [8] μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. [9] Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη· [10] ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν. [11] μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει. [12] μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ. [13] πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν. [14] αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. [15] ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας. [16] παρέθηκέν σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου. [17] ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ. [18] ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα, [19] καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου. [20] οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
CHAPTER 16
[1] Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· [2] ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπ’ αὐτοῖς, εἰ μή ἐστιν φόβος κυρίου μετ’ αὐτῶν. [3] μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ. [4] ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. [5] Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου. [6] ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. [7] οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν· [8] οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λωτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν· [9] οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν [10] καὶ οὕτως
ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. [11] Κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. [12] κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ. [13] οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβοῦς. [14] πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. [17] Μὴ εἴπῃς ὅτι Ἀπὸ κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; [18] ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται· [19] ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται. [20] καὶ ἐπ’ αὐτοῖς οὐ διανοηθήσεται καρδία, καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; [21] καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. [22] ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη. [23] ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά. [24] Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου· [25] ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην. [26] Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν. [27] ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν· [28] ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ. [29] καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· [30] ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
CHAPTER 17
[1] Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν. [2] ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ’ αὐτῆς. [3] καθ’ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς. [4] ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν. [6] διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς. [7] ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς. [8] ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ, [10] καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ. [11] προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς. [12] διαθήκην αἰῶνος ἔστησεν μετ’ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς. [13] μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν. [14] καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον. [15] Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. [17] ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς κυρίου Ισραηλ ἐστίν. [19] ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν. [20] οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου. [22] ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει. [23] μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει· [24] πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. [25] Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· [26] ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα. [27] ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; [28] ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον. [29] ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτόν. [30] οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. [31] τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα. [32] δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.