Book Read Free

Delphi Septuagint

Page 606

by Lancelot C L Brenton (ed)


  [34] ἐρεῖτε Ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ Ἀραβίᾳ· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.

  [34] Ye shall say, We thy servants are herdsmen from our youth until now, both we and our fathers: that ye may dwell in the land of Gesem of Arabia, for every shepherd is an abomination to the Egyptians.

  CHAPTER 47

  [1] Ἐλθὼν δὲ Ιωσηφ ἀπήγγειλεν τῷ Φαραω λέγων Ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χανααν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσεμ.

  [1] And Joseph came and told Pharao, saying, My father, and my brethren, and their cattle, and their oxen, and all their possessions, are come out of the land of Chanaan, and behold, they are in the land of Gesem.

  [2] ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω.

  [2] And he took of his brethren five men, and set them before Pharao.

  [3] καὶ εἶπεν Φαραω τοῖς ἀδελφοῖς Ιωσηφ Τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραω Ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.

  [3] And Pharao said to the brethren of Joseph, What is your occupation? and they said to Pharao, Thy servants are shepherds, both we and our father.

  [4] εἶπαν δὲ τῷ Φαραω Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου, ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν· νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσεμ.

  [4] And they said to Pharao, We are come to sojourn in the land, for there is no pasture for the flocks of thy servants, for the famine has prevailed in the land of Chanaan; now then, we will dwell in the land of Gesem. And Pharao said to Joseph, Let them dwell in the land of Gesem; and if thou knowest that there are among them able men, make them overseers of my cattle. So Jacob and his sons came into Egypt, to Joseph; and Pharao, king of Egypt, heard of it.

  [5] εἶπεν δὲ Φαραω τῷ Ιωσφη Κατοικείτωσαν ἐν γῇ Γεσεμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ιωσηφ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσεν Φαραω βασιλεὺς Αἰγύπτου. καὶ εἶπεν Φαραω πρὸς Ιωσηφ λέγων Ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ·

  [5] And Pharao spoke to Joseph, saying, Thy father, and thy brethren, are come to thee.

  [6] ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σού ἐστιν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου.

  [6] Behold, the land of Egypt is before thee; settle thy father and thy brethren in the best land.

  [7] εἰσήγαγεν δὲ Ιωσηφ Ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω, καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω.

  [7] And Joseph brought in Jacob his father, and set him before Pharao; and Jacob blessed Pharao.

  [8] εἶπεν δὲ Φαραω τῷ Ιακωβ Πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;

  [8] And Pharao said to Jacob, How many are the years of the days of thy life?

  [9] καὶ εἶπεν Ιακωβ τῷ Φαραω Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.

  [9] And Jacob said to Pharao, The days of the years of my life, wherein I sojourn, are a hundred and thirty years; few and evil have been the days of the years of my life, they have not attained to the days of the life of my fathers, in which days they sojourned.

  [10] καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξῆλθεν ἀπ’ αὐτοῦ.

  [10] And Jacob blessed Pharao, and departed from him.

  [11] καὶ κατῴκισεν Ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ Ραμεσση, καθὰ προσέταξεν Φαραω.

  [11] And Joseph settled his father and his brethren, and gave them a possession in the land of Egypt, in the best land, in the land of Ramesses, as Pharao commanded.

  [12] καὶ ἐσιτομέτρει Ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.

  [12] And Joseph gave provision to his father, and his brethren, and to all the house of his father, corn for each person.

  [13] Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα· ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ.

  [13] And there was no corn in all the land, for the famine prevailed greatly; and the land of Egypt, and the land of Chanaan, fainted for the famine.

  [14] συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου, οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω.

  [14] And Joseph gathered all the money that was found in the land of Egypt, and the land of Chanaan, in return for the corn which they bought, and he distributed corn to them; and Joseph brought all the money into the house of Pharao.

  [15] καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες Δὸς ἡμῖν ἄρτους, καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.

  [15] And all the money failed out of the land of Egypt, and out of the land of Chanaan; and all the Egyptians came to Joseph, saying, Give us bread, and why do we die in thy presence? for our money is spent.

  [16] εἶπεν δὲ αὐτοῖς Ιωσηφ Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπεν τὸ ἀργύριον.

  [16] And Joseph said to them, Bring your cattle, and I will give you bread for your cattle, if your money is spent.

  [17] ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηφ, καὶ ἔδωκεν αὐτοῖς Ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. –

  [17] And they brought their cattle to Joseph; and Joseph gave th
em bread in return for their horses, and for their sheep, and for their oxen, and for their asses; and Joseph maintained them with bread for all their cattle in that year.

  [18] ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.

  [18] And that year passed, and they came to him in the second year, and said to him, Must we then be consumed from before our lord? for if our money has failed, and our possessions, and our cattle, brought to thee our lord, and there has not been left to us before our lord more than our own bodies and our land, we are indeed destitute.

  [19] ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες Φαραω· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται.

  [19] In order, then, that we die not before thee, and the land be made desolate, buy us and our land for bread, and we and our land will be servants to Pharao: give seed that we may sow, and live and not die, so our land shall not be made desolate.

  [20] καὶ ἐκτήσατο Ιωσηφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραω· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραω, ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῆ Φαραω,

  [20] And Joseph bought all the land of the Egyptians, for Pharao; for the Egyptians sold their land to Pharao; for the famine prevailed against them, and the land became Pharao’s.

  [21] καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ’ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,

  [21] And he brought the people into bondage to him, for servants, from one extremity of Egypt to the other,

  [22] χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ιωσηφ, ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραω, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραω· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.

  [22] except only the land of the priests; Joseph bought not this, for Pharao gave a portion in the way of gift to the priests; and they ate their portion which Pharao gave them; therefore they sold not their land.

  [23] εἶπεν δὲ Ιωσηφ πᾶσι τοῖς Αἰγυπτίοις Ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραω· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν,

  [23] And Joseph said to all the Egyptians, Behold, I have bought you and your land this day for Pharao; take seed for you, and sow the land.

  [24] καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ Φαραω, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.

  [24] And there shall be the fruits of it; and ye shall give the fifth part to Pharao, and the four remaining parts shall be for yourselves, for seed for the earth, and for food for you, and all that are in your houses.

  [25] καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω.

  [25] And they said, Thou hast saved us; we have found favour before our lord, and we will be servants to Pharao.

  [26] καὶ ἔθετο αὐτοῖς Ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραω.

  [26] And Joseph appointed it to them for an ordinance until this day; to reserve a fifth part for Pharao, on the land of Egypt, except only the land of the priests, that was not Pharao’s.

  [27] Κατῴκησεν δὲ Ισραηλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ’ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. –

  [27] And Israel dwelt in Egypt, in the land of Gesem, and they gained an inheritance upon it; and they increased and multiplied very greatly.

  [28] ἐπέζησεν δὲ Ιακωβ ἐν γῇ Αἰγύπτῳ δέκα ἑπτὰ ἔτη· ἐγένοντο δὲ αἱ ἡμέραι Ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη.

  [28] And Jacob survived seventeen years in the land of Egypt; and Jacob’s days of the years of his life were a hundred and forty-seven years.

  [29] ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,

  [29] and the days of Israel drew nigh for him to die: and he called his son Joseph, and said to him, If I have found favour before thee, put thy hand under my thigh, and thou shalt execute mercy and truth toward me, so as not to bury me in Egypt.

  [30] ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου.

  [30] But I will sleep with my fathers, and thou shalt carry me up out of Egypt, and bury me in their sepulchre. And he said, I will do according to thy word.

  [31] εἶπεν δέ Ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.

  [31] And he said, Swear to me; and he swore to him. And Israel did reverence, leaning on the top of his staff.

  CHAPTER 48

  [1] Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ιωσηφ ὅτι Ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασση καὶ τὸν Εφραιμ, ἦλθεν πρὸς Ιακωβ.

  [1] And it came to pass after these things, that it was reported to Joseph, Behold, thy father is ill; and, having taken his two sons, Manasse and Ephraim, he came to Jacob.

  [2] ἀπηγγέλη δὲ τῷ Ιακωβ λέγοντες Ἰδοὺ ὁ υἱός σου Ιωσηφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ισραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην.

  [2] And it was reported to Jacob, saying, Behold, thy son Joseph cometh to thee; and Israel having strengthened himself, sat upon the bed.

  [3] καὶ εἶπεν Ιακωβ τῷ Ιωσηφ Ὁ θεός μου ὤφθη μοι ἐν Λουζα ἐν γῇ Χανααν καὶ εὐλόγησέν με

  [3] And Jacob said to Joseph, My God appeared to me in Luza, in the land of Chanaan, and blessed me,

  [4] καὶ εἶπέ
ν μοι Ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.

  [4] and said to me, Behold, I will increase thee, and multiply thee, and will make of thee multitudes of nations; and I will give this land to thee, and to thy seed after thee, for an everlasting possession.

  [5] νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον ἐμοί εἰσιν, Εφραιμ καὶ Μανασση ὡς Ρουβην καὶ Συμεων ἔσονταί μοι·

  [5] Now then thy two sons, who were born to thee in the land of Egypt, before I came to thee into Egypt, are mine; Ephraim and Manasse, as Ruben and Symeon they shall be mine.

  [6] τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις.

  [6] And the children which thou shalt beget hereafter, shall be in the name of their brethren; they shall be named after their inheritances.

  [7] ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ραχηλ ἡ μήτηρ σου ἐν γῇ Χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τῆς γῆς τοῦ ἐλθεῖν Εφραθα, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου [αὕτη ἐστὶν Βαιθλεεμ]. –

  [7] And as for me, when I came out of Mesopotamia of Syria, Rachel, thy mother, died in the land of Chanaan, as I drew night to the horse-course of Chabratha of the land of Chanaan, so as to come to Ephratha; and I buried her in the road of the course; this is Bethlehem.

 

‹ Prev