Book Read Free

Delphi Septuagint

Page 676

by Lancelot C L Brenton (ed)


  [35] And persons of women who had not known lying with man, all the souls, thirty-two thousand.

  [36] καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια,

  [36] And the half, even the portion of them that went out to war, from the number of the sheep, was three hundred and thirty-seven thousand and five hundred.

  [37] καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε·

  [37] And the tribute to the Lord from the sheep was six hundred and seventy-five.

  [38] καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα·

  [38] And the oxen, six and thirty thousand, and the tribute to the Lord seventy-two.

  [39] καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα·

  [39] And asses, thirty thousand and five hundred, and the tribute to the Lord, sixty-one:

  [40] καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.

  [40] and the persons, sixteen thousand, and the tribute of them to the Lord, thirty-two souls.

  [41] καὶ ἔδωκεν Μωϋσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

  [41] And Moses gave the tribute to the Lord, the heave-offering of God, to Eleazar the priest, as the Lord commanded Moses;

  [42] ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ, οὓς διεῖλεν Μωϋσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν –

  [42] from the half belonging to the children of Israel, whom Moses separated from the men of war.

  [43] καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια

  [43] And the half taken from the sheep, belonging to the congregation, was three hundred and thirty-seven thousand and five hundred.

  [44] καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες,

  [44] And the oxen, thirty-six thousand;

  [45] ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι

  [45] asses, thirty thousand and five hundred;

  [46] καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες –

  [46] and persons, sixteen thousand.

  [47] καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἔδωκεν αὐτὰ τοῖς Λευίταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

  [47] And Moses took of the half belonging to the children of Israel the fiftieth part, of men and of cattle, and he gave them to the Levites who keep the charges of the tabernacle of the Lord, as the Lord commanded Moses.

  [48] Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως, χιλίαρχοι καὶ ἑκατόνταρχοι,

  [48] And all those who were appointed to be officers of thousands of the host, captains of thousands and captains of hundreds, approached Moses, and said to Moses,

  [49] καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ’ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς·

  [49] Thy servants have taken the sum of the men of war with us, and not one is missing.

  [50] καὶ προσενηνόχαμεν τὸ δῶρον κυρίῳ, ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν, χλιδῶνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι κυρίου.

  [50] And we have brought our gift to the Lord, every man who has found an article of gold, whether an armlet, or a chain, or a ring, or a bracelet, or a clasp for hair, to make atonement for us before the Lord.

  [51] καὶ ἔλαβεν Μωϋσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρ’ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον·

  [51] And Moses and Eleazar the priest took the gold from them, even every wrought article.

  [52] καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα, ὃ ἀφεῖλον κυρίῳ, ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων.

  [52] And all the wrought gold, even the offering that they offered to the Lord, was sixteen thousand and seven hundred and fifty shekels from the captains of thousands and the captains of hundreds.

  [53] καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ.

  [53] For the men of war took plunder every one for himself.

  [54] καὶ ἔλαβεν Μωϋσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου μνημόσυνον τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου.

  [54] And Moses and Eleazar the priest took the gold from the captains of thousands and captains of hundreds, and brought the vessels into the tabernacle of witness, a memorial of the children of Israel before the Lord.

  CHAPTER 32

  [1] Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ιαζηρ καὶ τὴν χώραν Γαλααδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσιν.

  [1] And the children of Ruben and the children of Gad had a multitude of cattle, very great; and they saw the land of Jazer, and the land of Galaad; and the place was a place for cattle:

  [2] καὶ προσελθόντες οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες

  [2] and the children of Ruben and the children of Gad came, and spoke to Moses, and to Eleazar the priest, and to the princes of the congregation, saying,

  [3] Αταρωθ καὶ Δαιβων καὶ Ιαζηρ καὶ Ναμβρα καὶ Εσεβων καὶ Ελεαλη καὶ Σεβαμα καὶ Ναβαυ καὶ Βαιαν,

  [3] Ataroth, and Daebon, and Jazer, and Namra, and Esebon, and Eleale, and Sebama, and Nabau, and Baean,

  [4] τὴν γῆν, ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.

  [4] the land which the Lord has delivered up before the children of Israel, is pasture land, and thy servants have cattle.

  [5] καὶ ἔλεγον Εἰ εὕρομ
εν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ιορδάνην.

  [5] And they said, If we have found grace in thy sight, let this land be given to thy servants for a possession, and do not cause us to pass over Jordan.

  [6] καὶ εἶπεν Μωϋσῆς τοῖς υἱοῖς Γαδ καὶ τοῖς υἱοῖς Ρουβην Οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;

  [6] And Moses said to the sons of Gad and the sons of Ruben, Shall your brethren go to war, and shall ye sit here?

  [7] καὶ ἵνα τί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ισραηλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν κύριος δίδωσιν αὐτοῖς;

  [7] And why do ye pervert the minds of the children of Israel, that they should not cross over into the land, which the Lord gives them?

  [8] οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Καδης Βαρνη κατανοῆσαι τὴν γῆν;

  [8] Did not your fathers thus, when I sent them from Cades Barne to spy out the land?

  [9] καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκεν κύριος αὐτοῖς.

  [9] And they went up to the valley of the cluster, and spied the land, and turned aside the heart of the children of Israel, that they should not go into the land, which the Lord gave them.

  [10] καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσεν λέγων

  [10] And the Lord was very angry in that day, and sware, saying,

  [11] Εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω οἱ ἐπιστάμενοι τὸ κακὸν καὶ τὸ ἀγαθὸν τὴν γῆν, ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου,

  [11] Surely these men who came up out of Egypt from twenty years old and upward, who know good and evil, shall not see the land which I sware to give to Abraam and Isaac and Jacob, for they have not closely followed after me:

  [12] πλὴν Χαλεβ υἱὸς Ιεφοννη ὁ διακεχωρισμένος καὶ Ἰησοῦς ὁ τοῦ Ναυη, ὅτι συνεπηκολούθησεν ὀπίσω κυρίου.

  [12] save Caleb the son of Jephonne, who was set apart, and Joshua the son of Naue, for they closely followed after the Lord.

  [13] καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν Ισραηλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι κυρίου.

  [13] And the Lord was very angry with Israel; and for forty years he caused them to wander in the wilderness, until all the generation which did evil in the sight of the Lord was extinct.

  [14] ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν σύστρεμμα ἀνθρώπων ἁμαρτωλῶν προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς κυρίου ἐπὶ Ισραηλ,

  [14] Behold, ye are risen up in the room of your fathers, a combination of sinful men, to increase yet farther the fierce wrath of the Lord against Israel.

  [15] ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.

  [15] For ye will turn away from him to desert him yet once more in the wilderness, and ye will sin against this whole congregation.

  [16] καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον Ἐπαύλεις προβάτων οἰκοδομήσωμεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,

  [16] And they came to him, and said, We will build here folds for our cattle, and cities for our possessions;

  [17] καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴ πρότεροι τῶν υἱῶν Ισραηλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσιν τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.

  [17] and we will arm ourselves and go as an advanced guard before the children of Israel, until we shall have brought them into their place; and our possessions shall remain in walled cities because of the inhabitants of the land.

  [18] οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ·

  [18] We will not return to our houses till the children of Israel shall have been distributed, each to his own inheritance.

  [19] καὶ οὐκέτι κληρονομήσωμεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν ἀνατολαῖς.

  [19] And we will not any longer inherit with them from the other side of Jordan and onwards, because we have our full inheritance on the side beyond Jordan eastward.

  [20] καὶ εἶπεν πρὸς αὐτοὺς Μωϋσῆς Ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι κυρίου εἰς πόλεμον

  [20] And Moses said to them, If ye will do according to these words, if ye will arm yourselves before the Lord for battle,

  [21] καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ιορδάνην ἔναντι κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ

  [21] and every one of you will pass over Jordan fully armed before the Lord, until his enemy be destroyed from before his face,

  [22] καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι κυρίου καὶ ἀπὸ Ισραηλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι κυρίου.

  [22] and the land shall be subdued before the Lord, then afterwards ye shall return, and be guiltless before the Lord, and as regards Israel; and this land shall be to you for a possession before the Lord.

  [23] ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.

  [23] But if ye will not do so, ye will sin against the Lord; and ye shall know your sin, when afflictions shall come upon you.

  [24] καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.

  [24] And ye shall build for yourselves cities for your store, and folds for your cattle; and ye shall do that which proceeds out of your mouth.

  [25] καὶ εἶπαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ πρὸς Μωυσῆν λέγοντες Οἱ παῖδές σου ποιήσουσιν κ�
�θὰ ὁ κύριος ἡμῶν ἐντέλλεται·

  [25] And the sons of Ruben and the sons of Gad spoke to Moses, saying, Thy servants will do as our lord commands.

  [26] ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλααδ,

  [26] Our store, and our wives, and all our cattle shall be in the cities of Galaad.

  [27] οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει.

  [27] But thy servants will go over all armed and set in order before the Lord to battle, as our lord says.

  [28] καὶ συνέστησεν αὐτοῖς Μωϋσῆς Ελεαζαρ τὸν ἱερέα καὶ Ἰησοῦν υἱὸν Ναυη καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ισραηλ,

  [28] And Moses appointed to them for judges Eleazar the priest, and Joshua the son of Naue, and the chiefs of the families of the tribes of Israel.

  [29] καὶ εἶπεν πρὸς αὐτοὺς Μωϋσῆς Ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ μεθ’ ὑμῶν τὸν Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλααδ ἐν κατασχέσει·

  [29] And Moses said to them, If the sons of Ruben and the sons of Gad will pass over Jordan with you, every one armed for war before the Lord, and ye shall subdue the land before you, then ye shall give to them the land of Galaad for a possession.

  [30] ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χανααν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χανααν.

 

‹ Prev