Book Read Free

Delphi Septuagint

Page 728

by Lancelot C L Brenton (ed)


  [3] καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.

  [3] And Sampson slept till midnight, and rose up at midnight, and took hold of the doors of the gate of the city with the two posts, and lifted them up with the bar, and laid them on his shoulders, and he went up to the top of the mountain that is before Chebron, and laid them there.

  [4] Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Αλσωρηχ, καὶ ὄνομα αὐτῇ Δαλιδα.

  [4] And it came to pass after this that he loved a woman in Alsorech, and her name was Dalida.

  [5] καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ Ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν, καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.

  [5] And the princess of the Philistines came up to her, and said to her, Beguile him, and see wherein his great strength is, and wherewith we shall prevail against him, and bind him to humble him; and we will give thee each eleven hundred pieces of silver.

  [6] καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων Ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.

  [6] And Dalida said to Sampson, Tell me, I pray thee, wherein is thy great strength, and wherewith thou shalt be bound that thou mayest be humbled.

  [7] καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων Ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.

  [7] And Sampson said to her, If they bind me with seven moist cords that have not been spoiled, then shall I be weak and be as one of ordinary men.

  [8] καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·

  [8] And the princess of the Philistines brought to her seven moist cords that had not been spoiled, and she bound him with them.

  [9] καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ· καὶ εἶπεν αὐτῷ Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέσπασεν τὰς νευρέας, ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός· καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.

  [9] And the liers in wait remained with her in the chamber; and she said to him, the Philistines are upon thee, Sampson: and he broke the cords as if any one should break a thread of tow when it has touched the fire, and his strength was not known.

  [10] καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων Ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ.

  [10] And Dalida said to Sampson, Behold, thou hast cheated me, and told me lies; now then tell me wherewith thou shalt be bound.

  [11] καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς, οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.

  [11] And he said to her, If they should bind me fast with new ropes with which work has not been done, then shall I be weak, and shall be as another man.

  [12] καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς· καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου· καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον.

  [12] And Dalida took new ropes, and bound him with them, and the liers in wait came out of the chamber, and she said, The Philistines are upon thee, Sampson: and he broke them off his arms like a thread.

  [13] καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων Ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ· ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής.

  [13] And Dalida said to Sampson, Behold, thou hast deceived me, and told me lies; tell me, I intreat thee, wherewith thou mayest be bound: and he said to her, If thou shouldest weave the seven locks of my head with the web, and shouldest fasten them with the pin into the wall, then shall I be weak as another man.

  [14] καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων· καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου.

  [14] And it came to pass when he was asleep, that Dalida took the seven locks of his head, and wove them with the web, and fastened them with the pin into the wall, and she said, The Philistines are upon thee, Sampson: and he awoke out of his sleep, and carried away the pin of the web out of the wall.

  [15] καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων Πῶς λέγεις Ἠγάπηκά σε, καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ; τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.

  [15] And Dalida said to Sampson, How sayest thou, I love thee, when thy heart is not with me? this third time thou hast deceived me, and hast not told me wherein is thy great strength.

  [16] καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν·

  [16] And it came to pass as she pressed him sore with her words continually, and straitened him, that his spirit failed almost to death.

  [17] καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου· ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι.

  [17] Then he told her all his heart, and said to her, A razor has not come upon my head, because I have been a holy one of God from my mother’s womb; if then I should be shaven, my strength will depart from me, and I shall be weak, and I shall be as all other men.

  [
18] καὶ εἶδεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα Ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν.

  [18] And Dalida saw that he told her all his heart, and she sent and called the princess of the Philistines, saying, Come up yet this once; for he has told me all his heart. And the chiefs of the Philistines went up to her, and brought the money in their hands.

  [19] καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς· καὶ ἐκάλεσεν ἄνδρα, καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ.

  [19] And Dalida made Sampson sleep upon her knees; and she called a man, and he shaved the seven locks of his head, and she began to humble him, and his strength departed from him.

  [20] καὶ εἶπεν Δαλιδα Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψων. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ.

  [20] And Dalida said, The Philistines are upon thee, Sampson: and he awoke out of his sleep and said, I will go out as at former times, and shake myself; and he knew not that the Lord was departed from him.

  [21] καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ· καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.

  [21] And the Philistines took him, and put out his eyes, and brought him down to Gaza, and bound him with fetters of brass; and he ground in the prison-house.

  [22] Καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο.

  [22] And the hair of his head began to grow as before it was shaven.

  [23] καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι θυσίασμα μέγα τῷ Δαγων θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν Ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμῶν.

  [23] And the chiefs of the Philistines met to offer a great sacrifice to their god Dagon, and to make merry; and they said, God has given into our hand our enemy Sampson.

  [24] καὶ εἶδαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.

  [24] And the people saw him, and sang praises to their god; for our god, said they, has delivered into our hand our enemy, who wasted our land, and who multiplied our slain.

  [25] καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν Καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου, καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν, καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων.

  [25] And when their heart was merry, then they said, Call Sampson out of the prison-house, and let him play before us: and they called Sampson out of the prison-house, and he played before them; and they smote him with the palms of their hands, and set him between the pillars.

  [26] καὶ εἶπεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ Ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας, ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς.

  [26] And Sampson said to the young man that held his hand, Suffer me to feel the pillars on which the house rests, and I will stay myself upon them.

  [27] καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψων.

  [27] And the house was full of men and woman, and there were all the chiefs of the Philistines, and on the roof were about three thousand men and woman looking at the sports of Sampson.

  [28] καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Αδωναιε κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.

  [28] And Sampson wept before the Lord, and said, O Lord, my lord, remember me, I pray thee, and strengthen me, O God, yet this once, and I will requite one recompense to the Philistines for my two eyes.

  [29] καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας τοῦ οἴκου, ἐφ’ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ’ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ.

  [29] And Sampson took hold of the two pillars of the house on which the house stood, and leaned on them, and laid hold of one with his right hand, and the other with his left.

  [30] καὶ εἶπεν Σαμψων Ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες, οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.

  [30] And Sampson said, Let my wife perish with the Philistines: and he bowed himself mightily; and the house fell upon the princes, and upon all the people that were in it: and the dead whom Sampson slew in his death were more than those whom he slew in his life.

  [31] καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη.

  [31] And his brethren and his father’s house went down, and they took him; and they went up and buried him between Saraa and Esthaol in the sepulchre of his father Manoe; and he judged Israel twenty years.

  CHAPTER 17

  [1] Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Εφραιμ, καὶ ὄνομα αὐτῷ Μιχαιας.

  [1] And there was a man of mount Ephraim, and his name was Michaias.

  [2] καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ
προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ’ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ.

  [2] And he said to his mother, The eleven hundred pieces of silver which thou tookest of thyself, and about which thou cursedst me, and spokest in my ears, behold, the silver is with me; I took it: and his mother said, Blessed be my son of the Lord.

  [3] καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό.

  [3] And he restored the eleven hundred pieces of silver to his mother; and his mother said, I had wholly consecrated the money to the Lord out of my hand for my son, to make a graven and a molten image, and now I will restore it to thee.

  [4] καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαια.

  [4] But he returned the silver to his mother, and his mother took two hundred pieces of silver, and gave them to a silversmith, and he made it a graven and a molten image; and it was in the house of Michaias.

  [5] καὶ ὁ οἶκος Μιχαια, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. –

 

‹ Prev