Delphi Septuagint
Page 730
[3] καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ, καὶ νεανίας αὐτοῦ μετ’ αὐτοῦ καὶ ζεῦγος ὄνων· καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αὐτῆς, καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ.
[3] And her husband rose up, and went after her to speak kindly to her, to recover her to himself; and he had his young man with him, and a pair of asses; and she brought him into the house of her father; and the father of the damsel saw him, and was well pleased to meet him.
[4] καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ’ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκεῖ.
[4] And his father-in-law, the father of the damsel, constrained him, and he stayed with him for three days; and they ate and drank, and lodged there.
[5] καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί, καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ Στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε.
[5] And it came to pass on the fourth day that they rose early, and he stood up to depart; and the father of the damsel said to his son-in-law, Strengthen thy heart with a morsel of bread, and afterwards ye shall go.
[6] καὶ ἐκάθισεν, καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου.
[6] So they two sat down together and ate and drank: and the father of the damsel said to her husband, Tarry now the night, and let thy heart be merry.
[7] καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ.
[7] And the man rose up to depart; but his father-in-law constrained him, and he stayed and lodged there.
[8] καὶ ὤρθρισεν τὸ πρωῒ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο.
[8] And he rose early in the morning on the fifth day to depart; and the father of the damsel said, Strengthen now thine heart, and quit thyself as a soldier till the day decline; and the two ate.
[9] καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ· καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος Ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε, καὶ ἀγαθυνθήσεται ἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν, καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου.
[9] And the man rose up to depart, he and his concubine, and his young man; but his father-in-law the father of the damsel said to him, Behold now, the day has declined toward evening; lodge here, an let thy heart rejoice; and ye shall rise early to-morrow for your journey, and thou shalt go to thy habitation.
[10] καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἦλθεν ἕως ἀπέναντι Ιεβους [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ’ αὐτοῦ.
[10] But the man would not lodge there, but he arose and departed, and came to the part opposite Jebus, (this is Jerusalem,) and there was with him a pair of asses saddled, and his concubine was with him.
[11] καὶ ἤλθοσαν ἕως Ιεβους, καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα· καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ιεβουσι ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ.
[11] And they came as far as Jebus: and the day had far advanced, and the young man said to his master, Come, I pray thee, and let us turn aside to this city of the Jebusites, and let us lodge in it.
[12] καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ Οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν, ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ισραηλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαα.
[12] And his master said to him, We will not turn aside to a strange city, where there is not one of the children of Israel, but we will pass on as far as Gabaa.
[13] καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ Δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαα ἢ ἐν Ραμα.
[13] And he said to his young man, Come, and let us draw nigh to one of the places, and we will lodge in Gabaa or in Rama.
[14] καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ ὁ ἥλιος αὐτοῖς ἐχόμενα τῆς Γαβαα, ἥ ἐστιν τῷ Βενιαμιν.
[14] And they passed by and went on, and the sun went down upon them near to Gabaa, which is in Benjamin.
[15] καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι ἐν Γαβαα· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθῆναι.
[15] And they turned aside thence to go in to lodge in Gabaa; and they went in, and sat down in the street of the city, and there was no one who conducted them into a house to lodge.
[16] καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ· καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους Εφραιμ, καὶ αὐτὸς παρῴκει ἐν Γαβαα, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν.
[16] And behold, an old man came out of the field from his work in the evening; and the man was of mount Ephraim, and he sojourned in Gabaa, and the men of the place were sons of Benjamin.
[17] καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ;
[17] And he lifted up his eyes, and saw a traveller in the street of the city; and the old man said to him, Whither goest thou, and whence comest thou?
[18] καὶ εἶπεν πρὸς αὐτόν Παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλεεμ Ιουδα ἕως μηρῶν ὄρους Εφραιμ· ἐκεῖθεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι, καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν·
[18] And he said to him, We are passing by from Bethleem Juda to the sides of mount Ephraim: I am from thence, and I went as far as Bethleem Juda, and I am going home, and there is no man to take me into his house.
/>
[19] καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου, οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.
[19] Yet is there straw and food for our asses, and bread and wine for me and my handmaid and the young man with thy servants; there is no want of anything.
[20] καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι, πλὴν πᾶν ὑστέρημά σου ἐπ’ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ.
[20] And the old man said, Peace be to thee; only be every want of thine upon me, only do thou by no means lodge in the street.
[21] καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ τόπον ἐποίησεν τοῖς ὄνοις, καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον.
[21] And he brought him into his house, and made room for his asses; and they washed their feet, and ate and drank.
[22] αὐτοὶ δ’ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες Ἐξένεγκε τὸν ἄνδρα, ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
[22] And they were comforting their heart, when, behold, the men of the city, sons of transgressors, compassed the house, knocking at the door: and they spoke to the old man the owner of the house, saying, Bring out the man who came into thy house, that we may know him.
[23] καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν Μή, ἀδελφοί, μὴ κακοποιήσητε δή· μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην·
[23] And the master of the house came out to them, and said, Nay, brethren, do not ye wrong, I pray you, after this man has come into my house; do not ye this folly.
[24] ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ, ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης.
[24] Behold my daughter a virgin, and the man’s concubine: I will bring them out, and humble ye them, and do to them that which is good in your eyes; but to this man do not this folly.
[25] καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω, καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτῇ ὅλην τὴν νύκτα ἕως πρωί· καὶ ἐξαπέστειλαν αὐτήν, ὡς ἀνέβη τὸ πρωί.
[25] But the men would not consent to hearken to him; so the man laid hold of his concubine, and brought her out to them; and they knew her, and abused her all night till the morning, and let her go when the morning dawned.
[26] καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου, οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως τοῦ διαφῶσαι.
[26] And the woman came toward morning, and fell down at the door of the house where her husband was, until it was light.
[27] καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωῒ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ, καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.
[27] And her husband rose up in the morning, and opened the doors of the house, and went forth to go on his journey; and, behold, the woman his concubine had fallen down by the doors of the house, and her hands were on the threshold.
[28] καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ.
[28] And he said to her, Rise, and let us go; and she answered not, for she was dead: and he took her upon his ass, and went to his place.
[29] καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ισραηλ.
[29] And he took his sword, and laid hold of his concubine, and divided her into twelve parts, and sent them to every coast of Israel.
[30] καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν Οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης· θέσθε ὑμῖν αὐτοὶ ἐπ’ αὐτὴν βουλὴν καὶ λαλήσατε.
[30] And it was so, that every one who saw it said, Such a day as this has not happened nor has been seen from the day of the going up of the children of Israel out of the land of Egypt until this day: take ye counsel concerning it, and speak.
CHAPTER 20
[1] Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ τοῦ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα.
[1] And all the children of Israel went out, and all the congregation was gathered as one man, from Dan even to Bersabee, and in the land of Galaad, to the Lord at Massepha.
[2] καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ισραηλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν, ἕλκοντες ῥομφαίαν.
[2] And all the tribes of Israel stood before the Lord in the assembly of the people of God, four hundred thousand footmen that drew sword.
[3] καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα. καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ Ισραηλ Λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη.
[3] And the children of Benjamin heard that the children of Israel were gone up to Massepha: and the children of Israel came and said, Tell us, where did this wickedness take place?
[4] καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης καὶ εἶπεν Εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι.
[4] And the Levite, the husband of the woman that was slain, answered and said, I and my concubine went to Gabaa of Benjamin to lodge.
[5] καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαα καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμὲ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου
ἐταπείνωσαν καὶ ἀπέθανεν.
[5] And the men of Gabaa rose up against me, and compassed the house by night against me; they wished to slay me, and they have humbled my concubine, and she is dead.
[6] καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν Ισραηλ, ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ.
[6] And I laid hold of my concubine, and divided her in pieces, and sent the parts into every coast of the inheritance of the children of Israel; for they have wrought lewdness and abomination in Israel.
[7] ἰδοὺ πάντες ὑμεῖς, υἱοὶ Ισραηλ, δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.
[7] Behold, all ye are children of Israel; and consider and take counsel here among yourselves.
[8] καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ.
[8] And all the people rose up as one man, saying, No one of us shall return to his tent, and no one of us shall return to his house.
[9] καὶ νῦν τοῦτο τὸ ῥῆμα, ὃ ποιηθήσεται τῇ Γαβαα· ἀναβησόμεθα ἐπ’ αὐτὴν ἐν κλήρῳ,
[9] And now this is the thing which shall be done in Gabaa; we will go up against it by lot.
[10] πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα, ὃ ἐποίησεν ἐν Ισραηλ.