Book Read Free

Delphi Septuagint

Page 738

by Lancelot C L Brenton (ed)


  [15] And the Levites brought up the ark of the Lord, and the coffer with it, and the golden articles upon it, and placed them on the great stone, and the men of Baethsamys offered whole-burnt-offerings and meat offerings on that day to the Lord.

  [16] καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ.

  [16] And the five lords of the Philistines saw, and returned to Ascalon in that day.

  [17] καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκαλῶνος μίαν, τῆς Γεθ μίαν, τῆς Ακκαρων μίαν.

  [17] And these are the golden emerods which the lords of the Philistines gave as a trespass-offering to the Lord; for Azotus one, for Gaza one, for Ascalon one, for Geth one, for Accaron one.

  [18] καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου, τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου.

  [18] And the golden mice according to the number of all the cities of the Philistines, belonging to the five lords, from the fenced city to the village of the Pherezite, and to the great stone, on which they placed the ark of the covenant of the Lord, that was in the field of Osee the Baethsamysite.

  [19] Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιθσαμυς, ὅτι εἶδαν κιβωτὸν κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν. καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.

  [19] And the sons of Jechonias were not pleased with the men of Baethsamys, because they saw the ark of the Lord; and the Lord smote among them seventy men, and fifty thousand men: and the people mourned, because the Lord had inflicted on the people, a very great plague.

  [20] καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμυς Τίς δυνήσεται διελθεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀφ’ ἡμῶν;

  [20] And the men of Baethsamys said, Who shall be able to pass before this holy Lord God? and to whom shall the ark of the Lord go up from us?

  [21] καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαριμ λέγοντες Ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

  [21] And they send messengers to the inhabitants of Cariathiarim, saying, The Philistines have brought back the ark of the Lord, go down and take it home to yourselves.

  CHAPTER 7

  [1] καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου.

  [1] And the men of Cariathiarim come, and bring up the ark of the covenant of the Lord: and they bring it into the house of Aminadab in the hill; and they sanctified Eleazar his son to keep the ark of the covenant of the Lord.

  [2] Καὶ ἐγενήθη ἀφ’ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου.

  [2] And it came to pass from the time that the ark was in Cariathiarim, the days were multiplied, and the time was twenty years; and all the house of Israel looked after the Lord.

  [3] καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον, περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

  [3] And Samuel spoke to all the house of Israel, saying, If ye do with all your heart return to the Lord, take away the strange gods from the midst of you, and the groves, and prepare your hearts to serve the Lord, and serve him only; and he shall deliver you from the hand of the Philistines.

  [4] καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ.

  [4] And the children of Israel took away Baalim and the groves of Astaroth, and served the Lord only.

  [5] καὶ εἶπεν Σαμουηλ Ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον.

  [5] And Samuel said, Gather all Israel to Massephath, and I will pray for you to the Lord.

  [6] καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ.

  [6] And they were gathered together to Massephath, and they drew water, and poured it out upon the earth before the Lord. And they fasted on that day, and said, We have sinned before the Lord. And Samuel judged the children of Israel in Massephath.

  [7] καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

  [7] And the Philistines heard that all the children of Israel were gathered together to Massephath: and the lords of the Philistines went up against Israel: and the children of Israel heard, and they feared before the Philistines.

  [8] καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀφ’ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

  [8] And the children of Israel said to Samuel, Cease not to cry to the Lord thy God for us, and he shall save us out of the hand of the Philistines.

  [9] καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ κύριος.

  [9] And Samuel took a sucking lamb, and offered it up as a whole-burnt-offering with all the people to the Lord: and Samuel cried to the Lord for Israel, and the Lord heard him.

  [10] καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ. καὶ ἐβρ
όντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ.

  [10] And Samuel was offering the whole-burnt-offering; and the Philistines drew near to war against Israel; and the Lord thundered with a mighty sound in that day upon the Philistines, and they were confounded and overthrown before Israel.

  [11] καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ.

  [11] And the men of Israel went forth out of Massephath, and pursued the Philistines, and smote them to the parts under Baethchor.

  [12] καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν Ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος.

  [12] And Samuel took a stone, and set it up between Massephath and the old city; and he called the name of it Abenezer, stone of the helper; and he said, Hitherto has the Lord helped us.

  [13] καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ισραηλ· καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ.

  [13] So the Lord humbled the Philistines, and they did not anymore come into the border of Israel; and the hand of the Lord was against the Philistines all the days of Samuel.

  [14] καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ, καὶ τὸ ὅριον Ισραηλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου.

  [14] And the cities which the Philistines took from the children of Israel were restored; and they restored them to Israel from Ascalon to Azob: and they took the coast of Israel out of the hand of the Philistines; and there was peace between Israel and the Amorite.

  [15] καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·

  [15] And Samuel judged Israel all the days of his life.

  [16] καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις,

  [16] And he went year by year, and went round Baethel, and Galgala, and Massephath; and he judged Israel in all these consecrated places.

  [17] ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ.

  [17] And his return was to Armathaim, because there was his house; and there he judged Israel, and built there an altar to the Lord.

  CHAPTER 8

  [1] Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ.

  [1] And it came to pass when Samuel was old, that he made his sons judges over Israel.

  [2] καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ιωηλ, καὶ ὄνομα τοῦ δευτέρου Αβια, δικασταὶ ἐν Βηρσαβεε.

  [2] And these are the names of his sons; Joel the first-born, and the name of the second Abia, judges in Bersabee.

  [3] καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα.

  [3] And his sons did not walk in his way; and they turned aside after gain, and took gifts, and perverted judgments.

  [4] καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ

  [4] And the men of Israel gather themselves together, and come to Armathaim to Samuel,

  [5] καὶ εἶπαν αὐτῷ Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη.

  [5] and they said to him, Behold, thou art grown old, and thy sons walk not in thy way; and now set over us a king to judge us, as also the other nations have.

  [6] καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαμουηλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον.

  [6] And the thing was evil in the eyes of Samuel, when they said, Give us a king to judge us: and Samuel prayed to the Lord.

  [7] καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτῶν.

  [7] And the Lord said to Samuel, Hear the voice of the people, in whatever they shall say to thee; for they have not rejected thee, but they have rejected me from reigning over them.

  [8] κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφ’ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί.

  [8] According to all their doings which they have done to me, from the day that I brought them out of Egypt until this day, even as they have deserted me, and served other gods, so they do also to thee.

  [9] καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ’ αὐτούς.

  [9] And now hearken to their voice; only thou shalt solemnly testify to them, and thou shalt describe to them the manner of the king who shall reign over them.

  [10] καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ’ αὐτοῦ βασιλέα

  [10] And Samuel spoke every word of the Lord to the people who asked of him a king.

  [11] καὶ εἶπεν Τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐφ’ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ

  [11] And he said, This shall be the manner of the king that shall rule over you: he shall take your sons, and put them in his chariots, and among his horsemen, and running before his chariots,

  [12] καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγ�
�τὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ·

  [12] and his manner shall be to make them to himself captains of hundreds and captains of thousands; and to reap his harvest, and gather his vintage, and prepare his instruments of war, and the implements of his chariots.

  [13] καὶ τὰς θυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας·

  [13] And he will take your daughters to be perfumers, and cooks, and bakers.

  [14] καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ·

  [14] And he will take your fields, and your vineyards, and your good oliveyards, and give them to his servants.

  [15] καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ·

  [15] And he will take the tithe of your seeds and your vineyards, and give it to his eunuchs, and to his servants.

  [16] καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ

  [16] And he will take your servants, and your handmaids, and your good herds and your asses, and will take the tenth of them for his works.

  [17] καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι.

 

‹ Prev