Book Read Free

Delphi Septuagint

Page 749

by Lancelot C L Brenton (ed)


  [14] καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με;

  [14] And Anchus said to his servants, Lo! ye see the man is mad: why have ye brought him in to me?

  [15] μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν

  [15] Am I in want of madmen, that ye have brought him in to me to play the madman? He shall not come into the house.

  CHAPTER 22

  [1] Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ.

  [1] And David departed thence, and escaped; and he comes to the cave of Odollam, and his brethren hear, and the house of his father, and they go down to him there.

  [2] καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ’ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες.

  [2] And there gathered to him every one that was in distress, and every one that was in debt, and every one that was troubled in mind; and he was a leader over them, and there were with him about four hundred men.

  [3] καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ Γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός.

  [3] And David departed thence to Massephath of Moab, and said to the king of Moab, Let, I pray thee, my father and my mother be with thee, until I know what God will do to me.

  [4] καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ, καὶ κατῴκουν μετ’ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ.

  [4] And he persuaded the King of Moab, and they dwell with him continually, while David was in the hold.

  [5] καὶ εἶπεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ Μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα. καὶ ἐπορεύθη Δαυιδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ.

  [5] And Gad the prophet said to David, Dwell not in the hold: go, and thou shalt enter the land of Juda. So David went, and came and dwelt in the city of Saric.

  [6] Καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ· καὶ Σαουλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ.

  [6] And Saul heard that David was discovered, and his men with him: now Saul dwelt in the hill below the field that is in Rama, and his spear was in his hand, and all his servants stood near him.

  [7] καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμιν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;

  [7] And Saul said to his servants that stood by him, Hear now, ye sons of Benjamin, will the son of Jessae indeed give all of you fields and vineyards, and will he make you all captains of hundreds and captains of thousands?

  [8] ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ’ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ’ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη.

  [8] That ye are conspiring against me, and there is no one that informs me, whereas my son has made a covenant with the son of Jessae, and there is no one of you that is sorry for me, or informs me, that my son has stirred up my servant against me for an enemy, as it is this day?

  [9] καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα,

  [9] And Doec the Syrian who was over the mules of Saul answered and said, I saw the son of Jessae as he came to Nomba to Abimelech son of Achitob the priest.

  [10] καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν Γολιαδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.

  [10] And the priest enquired of God for him, and gave him provision, and gave him the sword of Goliath the Philistine.

  [11] καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.

  [11] And the king sent to call Abimelech son of Achitob and all his father’s sons, the priests that were in Nomba; and they all came to the king.

  [12] καὶ εἶπεν Σαουλ Ἄκουε δή, υἱὲ Αχιτωβ. καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε.

  [12] And Saul said, Hear now, thou son of Achitob. And he said, Lo! I am here, speak, my lord.

  [13] καὶ εἶπεν αὐτῷ Σαουλ Ἵνα τί συνέθου κατ’ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ’ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη;

  [13] And Saul said to him, Why have thou and the son of Jessae conspired against me, that thou shouldest give him bread and a sword, and shouldest enquire of God for him, to raise him up against me as an enemy, as he is this day?

  [14] καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου;

  [14] And he answered the king, and said, And who is there among all thy servants faithful as David, and he is a son-in-law of the king, and he is executor of all thy commands, and is honourable in thy house?

  [15] ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ’ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα.

  [15] Have I begun to-day to enquire of God for him? By no means: let not the king bring a charge against his servant, and against thee whole of my father�
��s house; for thy servant knew not in all these matters anything great or small.

  [16] καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ Θανάτῳ ἀποθανῇ, Αβιμελεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.

  [16] And king Saul said, Thou shalt surely die, Abimelech, thou, and all thy father’s house.

  [17] καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ’ αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου.

  [17] And the king said to the footmen that attended on him, Draw nigh and slay the priests of the Lord, because their hand is with David, and because they knew that he fled, and they did not inform me. But the servants of the king would not lift their hands to fall upon the priest of the Lord.

  [18] καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εφουδ.

  [18] And the king said to Doec, Turn thou, and fall upon the priests: and Doec the Syrian turned, and slew the priests of the Lord in that day, three hundred and five men, all wearing an ephod.

  [19] καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. –

  [19] And he smote Nomba the city of the priest with the edge of the sword, both man, and woman, infant and suckling, and calf, and ox, and sheep.

  [20] καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυιδ.

  [20] And one son of Abimelech son of Achitob escapes, and his name was Abiathar, and he fled after David.

  [21] καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου.

  [21] And Abiathar told David that Saul had slain all the priests of the Lord.

  [22] καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ Ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου·

  [22] And David said to Abiathar, I knew it in that day, that Doec the Syrian would surely tell Saul: I am guilty of the death of the house of thy father.

  [23] κάθου μετ’ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ’ ἐμοί.

  [23] Dwell with me; fear not, for wherever I shall seek a place of safety for my life, I will also seek a place for thy life, for thou art safely guarded while with me.

  CHAPTER 23

  [1] Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κειλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω.

  [1] And it was told David, saying, behold, the Philistines war in Keila, and they rob, they trample on the threshing-floors.

  [2] καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κειλα.

  [2] And David enquired of the Lord, saying, Shall I go and smite these Philistines? And the Lord said, Go, and thou shalt smite these Philistines, and shalt save Keila.

  [3] καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κειλα; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα.

  [3] And the men of David said to him, Behold, we are afraid here in Judea; and how shall it be if we go to Keila? Shall we go after the spoils of the Philistines?

  [4] καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.

  [4] And David enquired yet again of the Lord; and the Lord answered him, and said to him, Arise and go down to Keila, for I will deliver the Philistines into thy hands.

  [5] καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κειλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κειλα.

  [5] So David and his men with him went to Keila, and fought with the Philistines; and they fled from before him, and he carried off their cattle, and smote them with a great slaughter, and David rescued the inhabitants of Keila.

  [6] Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κειλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ.

  [6] And it came to pass when Abiathar the son of Achimelech fled to David, that he went down with David to Keila, having and ephod in his hand.

  [7] καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κειλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

  [7] And it was told Saul that David was come to Keila: and Saul said, God has sold him into my hands, for he is shut up, having entered into a city that has gates and bars.

  [8] καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κειλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ.

  [8] And Saul charged all the people to go down to war to Keila, to besiege David and his men.

  [9] καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα Προσάγαγε τὸ εφουδ κυρίου.

  [9] And David knew that Saul spoke openly of mischief against him: and David said to Abiathar the priest, Bring the ephod of the Lord.

  [10] καὶ εἶπεν Δαυιδ Κύριε ὁ θεὸς Ισραηλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κειλα διαφθεῖραι τὴν πόλιν δι’ ἐμέ.

  [10] And David said, Lord God of Israel, thy servant has indeed heard, that Saul seeks to come against Keila to destroy the city on my accoun
t.

  [11] εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; κύριε ὁ θεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος Ἀποκλεισθήσεται.

  [11] Will the place be shut up? And now will Saul come down, as thy servant has heard? Lord God of Israel, tell thy servant. And the Lord said, It will be shut up.

  [13] καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.

  [12] 13 And David arose, and the men with him, in number about four hundred, and they went forth from Keila, and went whithersoever they could go: and it was told Saul that David had escaped from Keila, and he forbore to come.

  [14] Καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.

  [14] And he dwelt in Maserem in the wilderness, in the narrow passes; and dwelt in the wilderness in mount Ziph, in the dry country. And Saul sought him continually, but the Lord delivered him not into his hands.

  [15] καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ.

 

‹ Prev