Book Read Free

Delphi Septuagint

Page 802

by Lancelot C L Brenton (ed)


  [17] καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον Κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ.

  [17] And Jodae made a covenant between the Lord and the king and the people, that they should be the Lord’s people; also between the king and the people.

  [18] καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων, καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου.

  [18] And all the people of the land went into the house of Baal, and tore it down, and completely broke in pieces his altars and his images, and they slew Mathan the priest of Baal before the altars. And the priest appointed overseers over the house of the Lord.

  [19] καὶ ἔλαβε τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρὶ καὶ τὸν Ρασὶμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου, καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.

  [19] And he took the captains of the hundreds, and the Chorri, and the Rhasim, and all the people of the land, and brought down the king out of the house of the Lord; and they went in by the way of the gate of the footmen of the king’s house, and seated him there on the throne of the kings.

  [20] καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ρομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.

  [20] And all the people of the land rejoiced, and the city was at rest: and they slew Gotholia with the sword in the house of the king.

  [21] Joas was seven years old when he began to reign.

  CHAPTER 12

  [1] Υἱὸς ἐτῶν ἑπτὰ Ιωας ἐν τῷ βασιλεύειν αὐτόν.

  [1] Joas began to reign in the seventh year of Ju, and he reigned forty years in Jerusalem: and his mother’s name was Sabia of Bersabee.

  [2] ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε.

  [2] And Joas did that which was right in the sight of the Lord all the days that Jodae the priest instructed him.

  [3] καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς·

  [3] Only there were not any of the high places removed, and the people still sacrificed there, and burned incense on the high places.

  [4] πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

  [4] And Joas said to the priests, As for all the money of the holy things that is brought into the house of the Lord, the money of valuation, as each man brings the money of valuation, all the money which any man may feel disposed to bring into the house of the Lord,

  [5] Καὶ εἶπεν Ιωας πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον, ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου,

  [5] let the priests take it to themselves, every man from the proceeds of his sale: and they shall repair the breaches of the house in all places wheresoever a breach shall be found.

  [6] λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν, καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ τοῦ οἴκου εἰς πάντα, οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βεδεκ.

  [6] And it came to pass in the twenty-third year of king Joas the priests had not repaired the breaches of the house.

  [7] καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδεκ τοῦ οἴκου.

  [7] And king Joas called Jodae the priest, and the other priests, and said to them, Why have ye not repaired the breaches of the house? now then receive no more money from your sales, for ye shall give it to repair the breaches of the house.

  [8] καὶ ἐκάλεσεν Ιωας ὁ βασιλεὺς Ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδεκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδεκ τοῦ οἴκου δώσετε αὐτό.

  [8] And the priests consented to receive no more money of the people, and not to repair the breaches of the house.

  [9] καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδεκ τοῦ οἴκου.

  [9] And Jodae the priest took a chest, and bored a hole in the lid of it, and set it by the altar in the house of a man belonging to the house of the Lord, and the priests that kept the door put therein all the money that was found in the house of the Lord.

  [10] καὶ ἔλαβεν Ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου κυρίου, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου.

  [10] And it came to pass, when they saw that there was much money in the chest, that the king’s scribe and the high priest went up, and they tied up and counted the money that was found in the house of the Lord.

  [11] καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου.

  [11] And they gave the money that had been collected into the hands of them that wrought the works, the overseers of the house of the Lord; and they gave it out to the carpenters and to the builders that wrought in the house of the Lord.

  [12] καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ κυρίου

  [12] And to the masons, and to the hewers of stone, to purchase timber and hewn stone to repair the breaches of the house of the Lord, for all that was spent on the house of the Lord to repair it.

  [13] καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθ�
�ν τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα, ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι·

  [13] Only there were not to be made for the house of the Lord silver plates, studs, bowls, or trumpets, any vessel of gold or vessel of silver, of the money that was brought into the house of the Lord:

  [14] πλὴν οὐ ποιηθήσεται οἴκῳ κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ κυρίου,

  [14] for they were to give it to the workmen, and they repaired therewith the house of the Lord.

  [15] ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό, καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον κυρίου.

  [15] Also they took no account of the men into whose hands they gave the money to give to the workmen, for they acted faithfully.

  [16] καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας, οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν.

  [16] Money for a sin-offering, and money for a trespass-offering, whatever happened to be brought into the house of the Lord, went to the priests.

  [17] ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ τι εἰσηνέχθη ἐν οἴκῳ κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο.

  [17] Then went up Azael king of Syria, and fought against Geth, and took it: and Azael set his face to go against Jerusalem.

  [18] Τότε ἀνέβη Αζαηλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γεθ καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν Αζαηλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ιερουσαλημ.

  [18] And Joas king of Juda took all the holy things which Josaphat, and Joram, Ochozias, his fathers, and kings of Juda had consecrated, and what he had himself dedicated, and all the gold that was found in the treasures of the Lord’s house and the king’s house, and he sent them to Azael king of Syria; and he went up from Jerusalem.

  [19] καὶ ἔλαβεν Ιωας βασιλεὺς Ιουδα πάντα τὰ ἅγια, ὅσα ἡγίασεν Ιωσαφατ καὶ Ιωραμ καὶ Οχοζιας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ιουδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ Αζαηλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ιερουσαλημ.

  [19] And the rest of the acts of Joas, and all that he did, behold, are not these things written in the book of the chronicles of the kings of Juda?

  [20] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;

  [20] And his servants rose up and made a conspiracy, and smote Joas in the house of Mallo that is in Sela.

  [21] καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ιωας ἐν οἴκῳ Μαλλω τῷ ἐν Γααλλα.

  [21] And Jezirchar the son of Jemuath, and Jezabuth Somer’s son, his servants, smote him, and he died; and they buried him with his fathers in the city of David: and Amessias his son reigned in his stead.

  [22] καὶ Ιεζιχαρ υἱὸς Ιεμουαθ καὶ Ιεζεβουθ ὁ υἱὸς αὐτοῦ Σωμηρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  CHAPTER 13

  [1] Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη.

  [1] In the twenty-third year of Joas son of Ochozias king of Juda began Joachaz the son of Ju to reign in Samaria, and he reigned seventeen years.

  [2] καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη ἀπ’ αὐτῶν.

  [2] And he did that which was evil in the sight of the Lord, and walked after the sins of Jeroboam the son of Nabat, who led Israel to sin; he departed not from them.

  [3] καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας.

  [3] And the Lord was very angry with Israel, and delivered them into the hand of Azael king of Syria, and into the hand of the son of Ader son of Azael, all their days.

  [4] καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ κύριος, ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.

  [4] And Joachaz besought the Lord, and the Lord hearkened to him, for he saw the affliction of Israel, because the king of Syria afflicted them.

  [5] καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας, καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης·

  [5] And the Lord gave deliverance to Israel, and they escaped from under the hand of Syria: and the children of Israel dwelt in their tents as heretofore.

  [6] πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.

  [6] Only they departed not from the sins of the house of Jeroboam, who led Israel to sin: they walked in them — moreover the grove also remained in Samaria.

  [7] ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ’ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.

  [7] Whereas there was not left any army to Joachaz, except fifty horsemen, and ten chariots, and ten thousand infantry: for the king of Syria had destroyed them, and they made them as dust for trampling.

  [8] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;

  [8] And the rest of the acts of Joachaz, and all that he did, and his mighty acts are not these things written in the book of the chronicles of the kings of Israel?

  [9] καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασί
λευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [9] And Joachaz slept with his fathers, and they buried him in Samaria: and Joas his son reigned in his stead.

  [10] Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.

  [10] In the thirty-seventh year of Joas king of Juda, Joas the son of Joachaz began to reign over Israel in Samaria sixteen years.

  [11] καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθη.

  [11] And he did that which was evil in the sight of the Lord; he departed not from all the sin of Jeroboam the son of Nabat, who led Israel to sin: he walked in it.

  [12] καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;

  [12] And the rest of the acts of Joas, and all that he did, and his mighty acts which he performed together with Amessias king of Juda, are not these written in the book of the chronicles of the kings of Israel?

  [13] καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ.

  [13] And Joas slept with his fathers, and Jeroboam sat upon his throne, and he was buried in Samaria with the kings of Israel.

  [14] Καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ, δι’ ἣν ἀπέθανεν. καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ.

 

‹ Prev