Book Read Free

Delphi Septuagint

Page 830

by Lancelot C L Brenton (ed)


  [9] to prepare timber for me in abundance: for the house which I am building must be great and glorious.

  [10] καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.

  [10] And, behold, I have given freely to thy servants that work and cut the wood, corn for food, even twenty thousand measures of wheat, and twenty thousand measures of barley, and twenty thousand measures of wine, and twenty thousand measures of oil.

  [11] καὶ εἶπε Χιρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέ σε ἐπ’ αὐτοὺς βασιλέα.

  [11] And Chiram king of Tyre answered in writing, and sent to Solomon, saying, Because the Lord loved his people, he made thee king over them.

  [12] καὶ εἶπε Χιράμ· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, ὃς ἔδωκε τῷΔαυὶδ τῷ βασιλεῖ υἱὸν σοφὸν καὶ ἐπιστάμενον ἐπιστήμην καὶ σύνεσιν, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ.

  [12] And Chiram said, Blessed be the Lord God of Israel, who made heaven and earth, who has given to king David a wise son, and one endowed with knowledge and understanding, who shall build a house for the Lord, and a house for his kingdom.

  [13] καὶ νῦν ἀπέστειλά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν Χιρὰμ τὸν πατέρα μου

  [13] And now I have sent thee a wise and understanding man who belonged to Chiram my father

  [14] (ἡ μήτηρ αὐτοῦ ἀπὸ θυγατέρων Δάν, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος) εἰδότα ποιῆσαι ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ καὶ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ καὶ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τῇ πορφύρᾳ καὶ ἐν τῇ ὑακίνθῳ καὶ ἐν τῇ βύσσῳ καὶ ἐν τῷ κοκκίνῳ καὶ γλύψαι γλυφὰς καὶ διανοεῖσθαι πᾶσαν διανόησιν, ὅσα ἂν δῷς αὐτῷ, μετὰ τῶν σοφῶν σου καὶ σοφῶν Δαυὶδ κυρίου μου πατρός σου.

  [14] (his mother was of the daughters of Dan, and his father was a Tyrian), skilled to work in gold, and in silver, and in brass, and in iron, and in stones and wood; and to weave with purple, and blue, and fine linen, and scarlet; and to engrave, and to understand every device, whatsoever thou shalt give him to do with thy craftsmen, and the craftsmen of my lord David thy father.

  [15] καὶ νῦν τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον, ἃ εἶπεν ὁ κύριός μου, ἀποστειλάτω τοῖς παισὶν αὐτοῦ.

  [15] And now, the wheat, and the barley, and the oil, and the wine which my lord mentioned, let him send to his servants.

  [16] καὶ ἡμεῖς κόψομεν ξύλα ἐκ τοῦ Λιβάνου κατὰ πᾶσαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν ᾿Ιόππης, καὶ σὺ ἄξεις αὐτὰ εἰς ῾Ιερουσαλήμ.

  [16] And we will cut timber out of Libanus according to all thy need, and we will bring it on rafts to the sea of Joppa, and thou shalt bring it to Jerusalem.

  [17] καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ ᾿Ισραὴλ μετὰ τὸν ἀριθμόν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι.

  [17] And Solomon gathered all the foreigners that were in the land of Israel, after the numbering with which David his father numbered them; and there were found a hundred and fifty-three thousand six hundred.

  [18] καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.

  [18] And he made of them seventy thousand burden-bearers, and eighty thousand hewers of stone, and three thousand six hundred taskmasters over the people.

  CHAPTER 3

  [1] Καὶ ἤρξατο Σαλωμων τοῦ οἰκοδομεῖν τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ ἐν ὄρει τοῦ Αμορια, οὗ ὤφθη κύριος τῷ Δαυιδ πατρὶ αὐτοῦ, ἐν τῷ τόπῳ, ᾧ ἡτοίμασεν Δαυιδ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου.

  [1] And Solomon began to build the house of the Lord in Jerusalem in the mount of Amoria, where the Lord appeared to his father David, in the place which David had prepared in the threshing-floor of Orna the Jebusite.

  [2] καὶ ἤρξατο οἰκοδομῆσαι ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ.

  [2] And he began to build in the second month, in the fourth year of his reign.

  [3] καὶ ταῦτα ἤρξατο Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ· μῆκος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὖρος πήχεων εἴκοσι.

  [3] And thus Solomon began to build the house of God: the length in cubits — even the first measurement from end to end, was sixty cubits, and the breadth twenty cubits.

  [4] καὶ αιλαμ κατὰ πρόσωπον τοῦ οἴκου, μῆκος ἐπὶ πρόσωπον πλάτους τοῦ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι· καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίῳ καθαρῷ.

  [4] And the portico in front of the house, its length in front of the breadth of the house was twenty cubits, and its height a hundred and twenty cubits: and he gilded it within with pure gold.

  [5] καὶ τὸν οἶκον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίῳ καθαρῷ καὶ ἔγλυψεν ἐπ’ αὐτοῦ φοίνικας καὶ χαλαστά.

  [5] And he lined the great house with cedar wood, and gilded it with pure gold, and carved upon it palm-trees and chains.

  [6] καὶ ἐκόσμησεν τὸν οἶκον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίῳ χρυσίου τοῦ ἐκ Φαρουαιμ

  [6] And he garnished the house with precious stones for beauty; and he gilded it with gold of the gold from Pharuim.

  [7] καὶ ἐχρύσωσεν τὸν οἶκον καὶ τοὺς τοίχους καὶ τοὺς πυλῶνας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίῳ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τῶν τοίχων. –

  [7] And he gilded the house, and its inner walls, and the door-posts, and the roofs, and the doors with gold; and he carved cherubs on the walls.

  [8] καὶ ἐποίησεν τὸν οἶκον τοῦ ἁγίου τῶν ἁγίων, μῆκος αὐτοῦ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὖρος πήχεων εἴκοσι, καὶ κατεχρύσωσ�
�ν αὐτὸν χρυσίῳ καθαρῷ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια.

  [8] And he built the holy of holies, its length was according to the front of the other house, the breadth of the house was twenty cubits, and the length twenty cubits: and he gilded it with pure gold for cherubs, to the amount of six hundred talents.

  [9] καὶ ὁλκὴ τῶν ἥλων, ὁλκὴ τοῦ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου. καὶ τὸ ὑπερῷον ἐχρύσωσεν χρυσίῳ.

  [9] And the weight of the nails, even the weight of each was fifty shekels of gold: and he gilded the upper chamber with gold.

  [10] καὶ ἐποίησεν ἐν τῷ οἴκῳ τῷ ἁγίῳ τῶν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίῳ.

  [10] And he made two cherubs in the most holy house, wood-work, and he gilded them with gold.

  [11] καὶ αἱ πτέρυγες τῶν χερουβιν τὸ μῆκος πήχεων εἴκοσι, καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τῆς πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·

  [11] And the wings of the cherubs were twenty cubits in length: and one wing of five cubits touched the wall of the house: and the other wing of five cubits touched the wing of the other cherub.

  [12] καὶ ἡ πτέρυξ τοῦ χερουβ τοῦ ἑνὸς πήχεων πέντε ἁπτομένη τοῦ τοίχου τοῦ οἴκου, καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τοῦ πτέρυγος τοῦ χερουβ τοῦ ἑτέρου·

  [12] 13 And the wings of these cherubs expanded were of the length of twenty cubits:

  [13] καὶ αἱ πτέρυγες τῶν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι· καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν εἰς τὸν οἶκον.

  and they stood upon their feet, and their faces were toward the house.

  [14] καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτῷ χερουβιν. –

  [14] And he made the vail of blue, and purple, and scarlet, and fine linen, and wove cherubs in it.

  [15] καὶ ἐποίησεν ἔμπροσθεν τοῦ οἴκου στύλους δύο, πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε.

  [15] Also he made in front of the house two pillars, in height thirty-five cubits, and their chapters of five cubits.

  [16] καὶ ἐποίησεν σερσερωθ ἐν τῷ δαβιρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων καὶ ἐποίησεν ῥοίσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν.

  [16] And he made chains, as in the oracle, and put them on the heads of the pillars; and he made a hundred pomegranates, and put them on the chains.

  [17] καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.

  [17] And he set up the pillars in front of the temple, one on the right hand and the other on the left: and he called the name of the one on the right hand ‘Stability,’ and the name of the one on the left ‘Strength.’

  CHAPTER 4

  [1] Καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν, πήχεων εἴκοσι μῆκος καὶ τὸ εὖρος πήχεων εἴκοσι, ὕψος πήχεων δέκα.

  [1] And he made a brazen altar, the length of it twenty cubits, and the breadth twenty cubits, and the height ten cubits.

  [2] καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα.

  [2] And he made the molten sea, in diameter ten cubits, entirely round, and the height of it five cubits, and the circumference thirty cubits.

  [3] καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν,

  [3] And beneath it the likeness of calves, they compass it round about: ten cubits compass the laver round about, they cast the calves two rows in their casting,

  [4] ᾗ ἐποίησαν αὐτούς, δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ’ ἀνατολάς, καὶ ἡ θάλασσα ἐπ’ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω.

  [4] wherein they made them twelve calves, — three looking northwards, and three westwards, and three southwards, and three eastwards: and the sea was upon them above, and their hinder parts were inward.

  [5] καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσεν.

  [5] And its thickness was a hand-breadth, and its brim as the brim of a cup, graven with flowers of lilies, holding three thousand measures: and he finished it.

  [6] καὶ ἐποίησεν λουτῆρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς. καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.

  [6] And he made ten lavers, and set five on the right hand, and five on the left, to wash in them the instruments of the whole-burnt-offerings, and to rinse the vessels in them; and the sea was for the priests to wash in.

  [7] καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.

  [7] And he made the ten golden candlesticks according to their pattern, and he put them in the temple, five on the right hand, and five on the left.

  [8] καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων. καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν.

  [8] And he made ten tables, and put them in the temple, five on the right hand, and five on the left: and he made a hundred golden bowls.

  [9] καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τῇ αὐλῇ καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ.

  [9] Also he made the priests’ court, and the great court, and doors to the court, and their panels were overlaid with brass.

  [10] καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.

  [10] And he set the sea at the corner of the ho
use on the right, as it were fronting the east.

  [11] καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Χιραμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν, ἣν ἐποίησεν Σαλωμων τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ,

  [11] And Chiram made the fleshhooks, and the fire-pans, and the grate of the altar, and all its instruments: and Chiram finished doing all the work which he wrought for king Solomon in the house of God:

  [12] στύλους δύο καὶ ἐπ’ αὐτῶν γωλαθ τῇ χωθαρεθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρεθ, ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων,

  [12] two pillars, and upon them an embossed work for the chapiters on the heads of the two pillars, and two nets to cover the heads of the chapiters which are on the heads of the pillars;

  [13] καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλαθ τῶν χωθαρεθ, ἅ ἐστιν ἐπάνω τῶν στύλων.

  [13] and four hundred golden bells for the two nets, and two rows of pomegranates in each net, to cover the two embossed rims of the chapiters which are upon the pillars.

  [14] καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχωνωθ

  [14] And he made the ten bases, and he made the lavers upon the bases;

  [15] καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς

 

‹ Prev