Book Read Free

Delphi Septuagint

Page 843

by Lancelot C L Brenton (ed)


  [8] And the Minaeans gave gifts to Ozias; and his fame spread as far as the entering in of Egypt, for he strengthened himself exceedingly.

  [9] καὶ ᾠκοδόμησεν Οζιας πύργους ἐν Ιερουσαλημ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν.

  [9] And Ozias built towers in Jerusalem, both at the gate of the corners, and at the valley gate, and at the corners and he fortified them.

  [10] καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλα καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι φιλογέωργος ἦν.

  [10] And he built towers in the wilderness, and dug many wells, for he had many cattle in the low country and in the plain; and vinedressers in the mountain country and in Carmel: for he was a husbandman.

  [11] καὶ ἐγένετο τῷ Οζια δυνάμεις ποιοῦσαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ιιηλ τοῦ γραμματέως καὶ Μαασαιου τοῦ κριτοῦ διὰ χειρὸς Ανανιου τοῦ διαδόχου τοῦ βασιλέως.

  [11] And Ozias had a host of warriors, and that went out orderly to war, and returned orderly in number; and their number was made by the hand of Jeiel the scribe, and Maasias the judge, by the hand of Ananias the king’s deputy.

  [12] πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,

  [12] The whole number of the chiefs of families of the mighty men of war was two thousand six hundred;

  [13] καὶ μετ’ αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.

  [13] and with them was a warrior force, three hundred thousand and seven thousand and five hundred: these waged war mightily to help the king against his enemies.

  [14] καὶ ἡτοίμαζεν αὐτοῖς Οζιας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.

  [14] And Ozias prepared for them, even for all the host, shields, and spears, and helmets, and breastplates, and bows, and slings for stones.

  [15] καὶ ἐποίησεν ἐν Ιερουσαλημ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσιν καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθηθῆναι, ἕως οὗ κατίσχυσεν.

  [15] And he made in Jerusalem machines invented by a wise contriver, to be upon the towers and upon the corners, to cast darts and great stones: and the fame of their preparation was heard at a distance; for he was wonderfully helped, till he was strong.

  [16] Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν κυρίῳ θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

  [16] And when he was strong, his heart was lifted up to his destruction; and he transgressed against the Lord his God, and went into the temple of the Lord to turn incense on the altar of incense.

  [17] καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Αζαριας ὁ ἱερεὺς καὶ μετ’ αὐτοῦ ἱερεῖς τοῦ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ

  [17] And there went in after him Azarias the priest, and with him eighty priests of the Lord, mighty men.

  [18] καὶ ἔστησαν ἐπὶ Οζιαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ Οὐ σοί, Οζια, θυμιάσαι τῷ κυρίῳ, ἀλλ’ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ααρων τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ κυρίου θεοῦ.

  [18] And they withstood Ozias the king, and said to him, It is not for thee, Ozias, to burn incense to the Lord, but only for the priests the sons of Aaron, who are consecrated to sacrifice: go forth of the sanctuary, for thou hast departed from the Lord; and this shall not be for glory to thee from the Lord god.

  [19] καὶ ἐθυμώθη Οζιας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.

  [19] And Ozias was angry, and in his hand was the censer to burn incense in the temple: and when he was angry with the priests, then the leprosy rose up in his forehead before the priests in the house of the Lord, over the altar of incense.

  [20] καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν κύριος.

  [20] And Azarias the chief priest, and the other priests, turned to look at him, and, behold, he was leprous in his forehead; and they got him hastily out thence, for he also hasted to go out, because the Lord had rebuked him.

  [21] καὶ ἦν Οζιας ὁ βασιλεὺς λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ αφφουσωθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου κυρίου· καὶ Ιωαθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.

  [21] And Ozias the king was a leper to the day of his death, and he dwelt as a leper in a separate house; for he was cut off from the house of the Lord: and Joathan his son was set over his kingdom, judging the people of the land.

  [22] καὶ οἱ λοιποὶ λόγοι Οζιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ιεσσιου τοῦ προφήτου.

  [22] And the rest of the acts of Ozias, the first and the last, are written by Jessias the prophet.

  [23] καὶ ἐκοιμήθη Οζιας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι Λεπρός ἐστιν· καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [23] And Ozias slept with his fathers, and they buried him with his fathers in the field of the burial place of the kings, for they said, He is a leper; and Joatham his son reigned in his stead.

  CHAPTER 27

  [1] Υἱὸς εἴκοσι πέντε ἐτῶν Ιωαθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐ�
�οῦ Ιερουσα θυγάτηρ Σαδωκ.

  [1] Joatham was twenty and five years old when he began to reign, and he reigned sixteen years in Jerusalem: and his mother’s name was Jerusa, daughter of Sadoc.

  [2] καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ, ἀλλ’ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.

  [2] And he did that which was right in the sight of the Lord, according to all that his father Ozias did: but he went not into the temple of the Lord. And still the people corrupted themselves.

  [3] αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ Οφλα ᾠκοδόμησεν πολλά·

  [3] He built the high gate of the house of the Lord, and he built much in the wall of Opel.

  [4] καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ιουδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

  [4] In the mountain of Juda, and in the woods, he built both dwelling-places and towers.

  [5] αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Αμμων καὶ κατίσχυσεν ἐπ’ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Αμμων κατ’ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Αμμων κατ’ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

  [5] He fought against the king of the children of Ammon, and prevailed against him: and the children of Ammon gave him even annually a hundred talents of silver, and ten thousand measures of wheat, and ten thousand of barley. These the king of the children of Ammon brought to him annually in the first and second and third years.

  [6] καὶ κατίσχυσεν Ιωαθαμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι κυρίου θεοῦ αὐτοῦ.

  [6] Joatham grew strong, because he prepared his ways before the Lord his God.

  [7] καὶ οἱ λοιποὶ λόγοι Ιωαθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ιουδα καὶ Ισραηλ.

  [7] And the rest of the acts of Joatham, and his war, and his deeds, behold, they are written in the book of the kings of Juda and Israel.

  [9] καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [8] 9 And Joatham slept with his fathers, and was buried in the city of David: and Achaz his son reigned in his stead.

  CHAPTER 28

  [1] Υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ.

  [1] Achaz was five and twenty years old when he began to reign, and he reigned sixteen years in Jerusalem: and he did not that which was right in the sight of the Lord, as David his father.

  [2] καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν τοῖς εἰδώλοις αὐτῶν

  [2] But he walked in the ways of the kings of Israel, for he made graven images.

  [3] καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ,

  [3] And he sacrificed to their idols in the valley of Benennom, and passed his children through the fire, according to the abominations of the heathen, whom the Lord cast out from before the children of Israel.

  [4] καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

  [4] And he burnt incense upon the high places, and upon the roofs, and under every shady tree.

  [5] καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην.

  [5] And the Lord his God delivered him into the hand of the king of Syria; and he smote him, and took captive of them a great band of prisoners, and carried him to Damascus. Also God delivered him into the hands of the king of Israel, who smote him with a great slaughter.

  [6] καὶ ἀπέκτεινεν Φακεε ὁ τοῦ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύι ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν.

  [6] And Phakee the son of Romelias king of Israel, slew in Juda in one day a hundred and twenty thousand mighty men; because they had forsaken the Lord God of their fathers.

  [7] καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς τοῦ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Ελκανα τὸν διάδοχον τοῦ βασιλέως.

  [7] And Zechri, a mighty man of Ephraim, slew Maasias the king’s son, and Ezrican the chief of his house, and Elcana the king’s deputy.

  [8] καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας, υἱοὺς καὶ θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. –

  [8] And the children of Israel took captive of their brethren three hundred thousand, women, and sons, and daughters, and they spoiled them of much property, and brought the spoils to Samaria.

  [9] καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ωδηδ ὄνομα αὐτῷ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.

  [9] And there was there a prophet of the Lord, his name was Oded: and he went out to meet the host that were coming to Samaria, and said to them, Behold, the wrath of the Lord God of your fathers is upon Juda, and he has delivered them into your hands, and ye have slain them in wrath, and it has reached even to heaven.

  [10] καὶ νῦν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμεῖς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθ’ ὑμῶν μαρτυρῆσαι κυρίῳ θεῷ ὑμῶν;

  [10] And now ye talk of keeping the children of Juda and Jerusalem for servants and handmaidens. Lo, am I not with you to testify for the Lord your God?

  [11] καὶ νῦν ἀκ�
�ύσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ κυρίου ἐφ’ ὑμῖν.

  [11] And now hearken to me, and restore the prisoners of your brethren whom ye have taken: for the fierce anger of the Lord is upon you.

  [12] καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Εφραιμ, Ουδια ὁ τοῦ Ιωανου καὶ Βαραχιας ὁ τοῦ Μοσολαμωθ καὶ Εζεκιας ὁ τοῦ Σελλημ καὶ Αμασιας ὁ τοῦ Χοδλι, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου

  [12] And the chiefs of the sons of Ephraim rose up, Udias the son of Joanas, and Barachias the son of Mosolamoth, and Ezekias the son of Sellem, and Amasias the son of Eldai, against those that came from the war,

  [13] καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφ’ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ὀργὴ θυμοῦ κυρίου ἐπὶ τὸν Ισραηλ.

  [13] and said to them, Ye shall not bring in hither the prisoners to us, for whereas sin against the Lord is upon us, ye mean to add to our sins, and to our trespass: for our sin is great, and the fierce anger of the Lord is upon Israel.

  [14] καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.

  [14] So the warriors left the prisoners and the spoils before the princes and all the congregation.

  [15] καὶ ἀνέστησαν ἄνδρες, οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

 

‹ Prev