Book Read Free

Delphi Septuagint

Page 869

by Lancelot C L Brenton (ed)


  [16] Also in the work of the wall I treated them not with rigor, I bought not land: and all that were gathered together came thither to the work.

  [17] καὶ οἱ Ιουδαῖοι, ἑκατὸν καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου.

  [17] And the Jews, to the number of a hundred and fifty men, besides those coming to us from the nations round about, were at my table.

  [18] καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει· καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα, ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον. –

  [18] And there came to me for one day one calf, and I had six choice sheep and a goat; and every ten days wine in abundance of all sorts: yet with these I required not the bread of extortion, because the bondage was heavy upon this people.

  [19] μνήσθητί μου, ὁ θεός, εἰς ἀγαθὸν πάντα, ὅσα ἐποίησα τῷ λαῷ τούτῳ.

  [19] Remember me, O God, for good, in all that I have done to this people.

  CHAPTER 6

  [1] Καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος, καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή. ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις.

  Now it came to pass, when Sanaballat, and Tobias, and Gesam the Arabian, and the rest of our enemies, heard that I had built the wall, and that there was no opening left therein; (but hitherto I had not set up the doors on the gates;)

  [2] καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων Δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω· καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν.

  [2] that Sanaballat and Gesam sent to me, saying, Come and let us meet together in the villages in the plain of Ono. But they were plotting to do me mischief.

  [3] καὶ ἀπέστειλα ἐπ’ αὐτοὺς ἀγγέλους λέγων Ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι, μήποτε καταπαύσῃ τὸ ἔργον· ὡς ἂν τελειώσω αὐτό, καταβήσομαι πρὸς ὑμᾶς.

  [3] So I sent messengers to them, saying, I am doing a great work, and I shall not be able to come down, lest the work should cease: as soon as I shall have finished it, I will come down to you.

  [4] καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο, καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα.

  [4] And they sent to me again to this effect; and I sent them word accordingly.

  [5] καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ.

  [5] Then Sanaballat sent his servant to me with an open letter in his hand.

  [6] καὶ ἦν γεγραμμένον ἐν αὐτῇ Ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι, διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος, καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα·

  [6] And in it was written, It has been reported among the Gentiles that thou and the Jews are planning to revolt: therefore thou art building the wall, and thou wilt be a king to them.

  [7] καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ, ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα· καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι· καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό.

  [7] And moreover thou has appointed prophets to thyself, that thou mightest dwell in Jerusalem as a king over Juda: and now these words will be reported to the king. Now then, come, let us take counsel together.

  [8] καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων Οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι, οὓς σὺ λέγεις, ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς.

  [8] And I sent to him, saying, It has not happened according to these words, even as thou sayest, for thou framest them falsely out of thy heart.

  [9] ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες Ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου, καὶ οὐ ποιηθήσεται· καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου.

  [9] For all were trying to alarm us, saying, Their hands shall be weakened from this work, and it shall not be done. Now therefore I have strengthened my hands.

  [10] Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμει υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ – καὶ αὐτὸς συνεχόμενος – , καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.

  [10] And I came into the house of Semei the son of Dalaia the Son of Metabeel, and he was shut up; and he said, Let us assemble together in the house of God, in the midst of it, and let us shut the doors of it; for they are coming by night to slay thee.

  [11] καὶ εἶπα Τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται;

  [11] And I said, Who is the man that shall enter into the house, that he may live?

  [12] καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ’ ἐμοῦ, καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο

  [12] And I observed, and, behold, God had not sent him, for the prophecy was a fable devised against me: and Tobias and Sanaballat had hired

  [13] ἐπ’ ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με. –

  [13] against me a multitude, that I might be frightened, and do this, and sin, and become to them an ill name, that they might reproach me.

  [14] μνήσθητι, ὁ θεός, τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν, οἳ ἦσαν φοβερίζοντές με.

  [14] Remember, O God, Tobias and Sanaballat, according to these their deeds, and the prophetess Noadia, and the rest of the prophets who tried to alarm me.

  [15] Καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας.

  [15] So the wall was finished on the twenty-fifth day of the month Elul, in fifty-two days.

  [16] καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν, καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν, καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ �
�ργον τοῦτο. –

  [16] And it came to pass, when all our enemies heard of it, that all the nations round about us feared, and great alarm fell upon them, and they knew that it was of our God that this work should be finished.

  [17] καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν, καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς,

  [17] And in those days letters came to Tobias from many nobles of Juda, and those of Tobias came to them.

  [18] ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ, ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε, καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα.

  [18] For many in Juda were bound to him by oath, because he was son-in-law of Sechenias the son of Herae; and Jonan his son had taken the daughter of Mesulam the son of Barachia to wife.

  [19] καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ, καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με.

  [19] And they reported his words to me, and carried out my words to him: and Tobias sent letters to terrify me.

  CHAPTER 7

  ΚΑΙ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος, καὶ ἔστησα τάς θύρας, καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄδοντες καὶ οἱ Λευῖται.

  And it came to pass, when the wall was built, and I had set up the doors, and the porters and the singers and the Levites were appointed,

  [2] καὶ ἐνετειλάμην τῷ ᾿Ανανίᾳ ἀδελφῷ μου καὶ τῷ ᾿Ανανίᾳ ἄρχοντι τῆς βιρὰ ἐν ῾Ιερουσαλήμ, ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν Θεὸν παρὰ πολλούς,

  [2] that I gave charge to Ananias my brother, and Ananias the ruler of the palace, over Jerusalem: for he was a true man, and one that feared God beyond many.

  [3] καὶ εἶπα αὐτοῖς· οὐκ ἀνοιγήσονται πύλαι ῾Ιερουσαλὴμ ἕως ἅμα τῷ ἡλίῳ, καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν· καὶ στῆσον προφύλακας οἰκούντων ἐν ῾Ιερουσαλήμ, ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ.

  [3] And I said to them, The gates of Jerusalem shall not be opened till sunrise; and while they are still watching, let the doors be shut, and bolted; and set watches of them that dwell in Jerusalem, every man at his post, and every man over against his house.

  [4] Καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη, καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ, καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι.

  [4] Now the city was wide and large; and the people were few in it, and the houses were not built.

  [5] καὶ ἔδωκεν ὁ Θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας· καὶ εὗρον βιβλίον τῆς συνοδίας, οἳ ἀνέβησαν ἐν πρώτοις, καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ.

  [5] And God put it into my heart, and I gathered the nobles, and the rulers, and the people, into companies: and I found a register of the company that came up first, and I found written in it as follows:

  [6] καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλὴμ καὶ εἰς ᾿Ιούδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ

  [6] Now these are the children of the country, that came up from captivity, of the number which Nabuchodonosor king of Babylon carried away, and they returned to Jerusalem and to Juda, every man to his city;

  [7] μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ Νεεμία ᾿Αζαρία καὶ Ρεελμὰ Ναεμανί, Μαρδοχαῖος, Βαλσάν, Μασφαράθ, ῎Εσδρα, Βογουΐα, ᾿Ιναούμ, Βαανά, Μασφάρ, ἄνδρες λαοῦ ᾿Ισραήλ·

  [7] with Zorobabel, and Jesus, and Neemia, Azaria, and Reelma, Naemani, Mardochaeus, Balsan, Maspharath, Esdra, Boguia, Inaum, Baana, Masphar, men of the people of Israel.

  [8] υἱοὶ Φόρος δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·

  [8] The children of Phoros, two thousand one hundred and seventy-two.

  [9] υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταδύο·

  [9] The children of Saphatia, three hundred and seventy-two.

  [10] υἱοὶ ᾿Ηρὰ ἑξακόσιοι πεντηκονταδύο·

  [10] The children of Era, six hundred and fifty-two.

  [11] υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ἑξακόσιοι δεκαοκτώ·

  [11] The children of Phaath Moab, with the children of Jesus and Joab, two thousand six hundred and eighteen.

  [12] υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·

  [12] The children of Ælam, a thousand two hundred and fifty-four.

  [13] υἱοὶ Ζαθουΐα ὀκτακόσιοι τεσσαρακονταπέντε·

  [13] The children of Zathuia, eight hundred and forty-five.

  [14] υἱοὶ Ζακχοῦ ἑπτακόσιοι ἑξήκοντα·

  [14] The children of Zacchu, seven hundred and sixty.

  [15] υἱοὶ Βανουΐ ἑξακόσιοι τεσσαρακονταοκτώ·

  [15] The children of Banui, six hundred and forty-eight.

  [16] υἱοὶ Βηβὶ ἑξακόσιοι εἰκοσιοκτώ·

  [16] The children of Bebi, six hundred and twenty-eight.

  [17] υἱοὶ ᾿Ασγὰδ δισχίλιοι τριακόσιοι εἰκοσιδύο·

  [17] The children of Asgad, two thousand three hundred and twenty-two.

  [18] υἱοὶ ᾿Αδωνικὰμ ἑξακόσιοι ἑξηκονταεπτά·

  [18] The children of Adonicam, six hundred and sixty-seven.

  [19] υἱοὶ Βαγοΐ δισχίλιοι ἑξηκονταεπτά·

  [19] The children of Bagoi, two thousand and sixty-seven.

  [20] υἱοὶ ᾿Ηδὶν ἑξακόσιοι πεντηκονταπέντε·

  [20] The children of Edin, six hundred and fifty-five.

  [21] υἱοὶ ᾿Ατὴρ τῷ ᾿Εζεκίᾳ ἐνενηκονταοκτώ·

  [21] The children of Ater, the son of Ezekias, ninety-eight.

  [22] υἱοὶ ᾿Ησὰμ τριακόσιοι εἰκοσιοκτώ·

  [22] The children of Esam, three hundred and twenty-eight.

  [23] υἱοὶ Βεσεΐ τριακόσιοι εἰκοσιτέσσαρες·

  [23] The children of Besei, three hundred and twenty-four.

  [24] υἱοὶ ᾿Αρὶφ ἑκατὸν δώδεκα· υἱοὶ ᾿Ασὲν διακόσιοι εἰκοσιτρεῖς·

  [24] The children of Ariph, a hundred and twelve: the children of Asen, two hundred and twenty-three.

  [25] υἱοὶ Γαβαὼν ἐνενηκονταπέντε·

  [25] The children of Gabaon, ninety-five.

  [26] υἱοὶ Βαιθαλὲμ ἑκατὸν εἰκοσιτρεῖς�
� υἱοὶ ᾿Ατωφὰ πεντηκονταέξ·

  [26] The children of Baethalem, a hundred and twenty-three: the children of Atopha, fifty-six.

  [27] υἱοὶ ᾿Αναθὼθ ἑκατὸν εἰκοσιοκτώ·

  [27] The children of Anathoth, a hundred and twenty-eight.

  [28] ἄνδρες Βηθασμὼθ τεσσαρακονταδύο·

  [28] The men of Bethasmoth, forty-two.

  [29] ἄνδρες Καριαθαρίμ, Καφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·

  [29] The men of Cariatharim, Caphira, and Beroth, seven hundred and forty-three.

  [30] ἄνδρες ᾿Αραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσιν·

  [30] The men of Arama and Gabaa, six hundred and twenty.

  [31] ἄνδρες Μαχεμὰς ἑκατὸν εἰκοσιδύο·

  [31] The men of Machemas, a hundred and twenty-two.

  [32] ἄνδρες Βαιθὴλ καὶ ᾿Αΐ ἑκατὸν εἰκοσιτρεῖς·

  [32] The men of Baethel and Ai, a hundred and twenty-three.

  [33] ἄνδρες Ναβία ἑκατὸν πεντηκονταδύο·

  [33] The men of Nabia, a hundred an fifty-two.

  [34] ἄνδρες ᾿Ηλαμαὰρ χίλιοι διακόσιοι πεντηκονταδύο·

  [34] The men of Elamaar, one thousand two hundred and fifty-two.

  [35] υἱοὶ ᾿Ηρὰμ τριακόσιοι εἴκοσι·

  [35] The children of Eram, three hundred and twenty.

  [36] υἱοὶ ᾿Ιεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·

  [36] The children of Jericho, three hundred and forty-five.

  [37] υἱοὶ Λοδαδὶδ καὶ ᾿Ωνὼ ἑπτακόσιοι εἰκοσιεῖς·

  [37] The children of Lodadid and Ono, seven hundred and twenty-one.

  [38] υἱοὶ Σανανὰ τρισχίλιοι ἐνακόσιοι τριάκοντα·

 

‹ Prev