Book Read Free

Delphi Septuagint

Page 881

by Lancelot C L Brenton (ed)


  [15] καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,

  [15] And he mustered the chosen men for the battle, as his lord had commanded him, unto an hundred and twenty thousand, and twelve thousand archers on horseback;

  [16] καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.

  [16] And he ranged them, as a great army is ordered for the war.

  [17] καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,

  [17] And he took camels and asses for their carriages, a very great number; and sheep and oxen and goats without number for their provision:

  [18] καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα.

  [18] And plenty of victual for every man of the army, and very much gold and silver out of the king’s house.

  [19] καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν·

  [19] Then he went forth and all his power to go before king Nabuchodonosor in the voyage, and to cover all the face of the earth westward with their chariots, and horsemen, and their chosen footmen.

  [20] καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.

  [20] A great number also sundry countries came with them like locusts, and like the sand of the earth: for the multitude was without number.

  [21] καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ’ ἀριστερᾷ τῆς ἄνω Κιλικίας.

  [21] And they went forth of Nineve three days’ journey toward the plain of Bectileth, and pitched from Bectileth near the mountain which is at the left hand of the upper Cilicia.

  [22] καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν.

  [22] Then he took all his army, his footmen, and horsemen and chariots, and went from thence into the hill country;

  [23] καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων.

  [23] And destroyed Phud and Lud, and spoiled all the children of Rasses, and the children of Israel, which were toward the wilderness at the south of the land of the Chellians.

  [24] καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.

  [24] Then he went over Euphrates, and went through Mesopotamia, and destroyed all the high cities that were upon the river Arbonai, till ye come to the sea.

  [25] καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.

  [25] And he took the borders of Cilicia, and killed all that resisted him, and came to the borders of Japheth, which were toward the south, over against Arabia.

  [26] καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν.

  [26] He compassed also all the children of Madian, and burned up their tabernacles, and spoiled their sheepcotes.

  [27] καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας. –

  [27] Then he went down into the plain of Damascus in the time of wheat harvest, and burnt up all their fields, and destroyed their flocks and herds, also he spoiled their cities, and utterly wasted their countries, and smote all their young men with the edge of the sword.

  [28] καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικοῦντας Ιεμνααν, καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα.

  [28] Therefore the fear and dread of him fell upon all the inhabitants of the sea coasts, which were in Sidon and Tyrus, and them that dwelt in Sur and Ocina, and all that dwelt in Jemnaan; and they that dwelt in Azotus and Ascalon feared him greatly.

  CHAPTER 3

  [1] καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς λέγοντες

  [1] So they sent ambassadors unto him to treat of peace, saying,

  [2] Ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονοσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστιν τῷ προσώπῳ σου·

  [2] Behold, we the servants of Nabuchodonosor the great king lie before thee; use us as shall be good in thy sight.

  [3] ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶς τόπος ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου, χρῆσαι καθὸ ἂν ἀρέσκῃ σοι·

  [3] Behold, our houses, and all our places, and all our fields of wheat, and flocks, and herds, and all the lodges of our tents lie before thy face; use them as it pleaseth thee.

  [4] ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοι σοί εἰσιν, ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

  [4] Behold, even our cities and the inhabitants thereof are thy servants; come and deal with them as seemeth good unto thee.

  [5] καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ολοφέρνην καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα.

  [5] So the men came to Holofernes, and declared unto him after this manner. />
  [6] καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ καὶ ἐφρούρωσε τὰς πόλεις τὰς ὑψηλὰς καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους·

  [6] Then came he down toward the sea coast, both he and his army, and set garrisons in the high cities, and took out of them chosen men for aid.

  [7] καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.

  [7] So they and all the country round about received them with garlands, with dances, and with timbrels.

  [8] καὶ κατέσκαψεν πάντα τὰ ὅρια αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψεν, καὶ ἦν δεδομένον αὐτῷ ἐξολεθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονοσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.

  [8] Yet he did cast down their frontiers, and cut down their groves: for he had decreed to destroy all the gods of the land, that all nations should worship Nabuchodonosor only, and that all tongues and tribes should call upon him as god.

  [9] καὶ ἦλθεν κατὰ πρόσωπον Εσδρηλων πλησίον τῆς Δωταιας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ιουδαίας,

  [9] Also he came over against Esdraelon near unto Judea, over against the great strait of Judea.

  [10] καὶ κατεστρατοπέδευσαν ἀνὰ μέσον Γαιβαι καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.

  [10] And he pitched between Geba and Scythopolis, and there he tarried a whole month, that he might gather together all the carriages of his army.

  CHAPTER 4

  [1] Καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν,

  [1] Now the children of Israel, that dwelt in Judea, heard all that Holofernes the chief captain of Nabuchodonosor king of the Assyrians had done to the nations, and after what manner he had spoiled all their temples, and brought them to nought.

  [2] καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν.

  [2] Therefore they were exceedingly afraid of him, and were troubled for Jerusalem, and for the temple of the Lord their God:

  [3] ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ιουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.

  [3] For they were newly returned from the captivity, and all the people of Judea were lately gathered together: and the vessels, and the altar, and the house, were sanctified after the profanation.

  [4] καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ

  [4] Therefore they sent into all the coasts of Samaria, and the villages and to Bethoron, and Belmen, and Jericho, and to Choba, and Esora, and to the valley of Salem:

  [5] καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.

  [5] And possessed themselves beforehand of all the tops of the high mountains, and fortified the villages that were in them, and laid up victuals for the provision of war: for their fields were of late reaped.

  [6] καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ, τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ, ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαιμ,

  [6] Also Joacim the high priest, which was in those days in Jerusalem, wrote to them that dwelt in Bethulia, and Betomestham, which is over against Esdraelon toward the open country, near to Dothaim,

  [7] λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι’ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ’ ἄνδρας τοὺς πάντας δύο.

  [7] Charging them to keep the passages of the hill country: for by them there was an entrance into Judea, and it was easy to stop them that would come up, because the passage was straight, for two men at the most.

  [8] καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ, οἳ ἐκάθηντο ἐν Ιερουσαλημ. –

  [8] And the children of Israel did as Joacim the high priest had commanded them, with the ancients of all the people of Israel, which dwelt at Jerusalem.

  [9] καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ισραηλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ καὶ ἐταπείνωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ.

  [9] Then every man of Israel cried to God with great fervency, and with great vehemency did they humble their souls:

  [10] αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος καὶ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν.

  [10] Both they, and their wives and their children, and their cattle, and every stranger and hireling, and their servants bought with money, put sackcloth upon their loins.

  [11] καὶ πᾶς ἀνὴρ Ισραηλ καὶ γυνὴ καὶ τὰ παιδία οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον κυρίου·

  [11] Thus every man and women, and the little children, and the inhabitants of Jerusalem, fell before the temple, and cast ashes upon their heads, and spread out their sackcloth before the face of the Lord: also they put sackcloth about the altar,

  [12] καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια ε
ἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν.

  [12] And cried to the God of Israel all with one consent earnestly, that he would not give their children for a prey, and their wives for a spoil, and the cities of their inheritance to destruction, and the sanctuary to profanation and reproach, and for the nations to rejoice at.

  [13] καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδεν τὴν θλῖψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων κυρίου παντοκράτορος.

  [13] So God heard their prayers, and looked upon their afflictions: for the people fasted many days in all Judea and Jerusalem before the sanctuary of the Lord Almighty.

  [14] καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον κυρίου ἱερεῖς καὶ οἱ λειτουργοῦντες κυρίῳ σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ,

  [14] And Joacim the high priest, and all the priests that stood before the Lord, and they which ministered unto the Lord, had their loins girt with sackcloth, and offered the daily burnt offerings, with the vows and free gifts of the people,

  [15] καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν, καὶ ἐβόων πρὸς κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ισραηλ.

  [15] And had ashes on their mitres, and cried unto the Lord with all their power, that he would look upon all the house of Israel graciously.

 

‹ Prev