Book Read Free

Delphi Septuagint

Page 883

by Lancelot C L Brenton (ed)


  [14] καταβάντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλουα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,

  [14] But the Israelites descended from their city, and came unto him, and loosed him, and brought him to Bethulia, and presented him to the governors of the city:

  [15] οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Οζιας ὁ τοῦ Μιχα ἐκ τῆς φυλῆς Συμεων καὶ Χαβρις ὁ τοῦ Γοθονιηλ καὶ Χαρμις υἱὸς Μελχιηλ.

  [15] Which were in those days Ozias the son of Micha, of the tribe of Simeon, and Chabris the son of Gothoniel, and Charmis the son of Melchiel.

  [16] καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Αχιωρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Οζιας τὸ συμβεβηκός.

  [16] And they called together all the ancients of the city, and all their youth ran together, and their women, to the assembly, and they set Achior in the midst of all their people. Then Ozias asked him of that which was done.

  [17] καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ῥήματα τῆς συνεδρίας Ολοφέρνου καὶ πάντα τὰ ῥήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ασσουρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ολοφέρνης εἰς τὸν οἶκον Ισραηλ.

  [17] And he answered and declared unto them the words of the council of Holofernes, and all the words that he had spoken in the midst of the princes of Assur, and whatsoever Holofernes had spoken proudly against the house of Israel.

  [18] καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ θεῷ καὶ ἐβόησαν λέγοντες

  [18] Then the people fell down and worshipped God, and cried unto God. saying,

  [19] Κύριε ὁ θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.

  [19] O Lord God of heaven, behold their pride, and pity the low estate of our nation, and look upon the face of those that are sanctified unto thee this day.

  [20] καὶ παρεκάλεσαν τὸν Αχιωρ καὶ ἐπῄνεσαν αὐτὸν σφόδρα,

  [20] Then they comforted Achior, and praised him greatly.

  [21] καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.

  [21] And Ozias took him out of the assembly unto his house, and made a feast to the elders; and they called on the God of Israel all that night for help.

  CHAPTER 7

  [1] Τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ.

  [1] The next day Holofernes commanded all his army, and all his people which were come to take his part, that they should remove their camp against Bethulia, to take aforehand the ascents of the hill country, and to make war against the children of Israel.

  [2] καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.

  [2] Then their strong men removed their camps in that day, and the army of the men of war was an hundred and seventy thousand footmen, and twelve thousand horsemen, beside the baggage, and other men that were afoot among them, a very great multitude.

  [3] καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαιμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος, ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων.

  [3] And they camped in the valley near unto Bethulia, by the fountain, and they spread themselves in breadth over Dothaim even to Belmaim, and in length from Bethulia unto Cynamon, which is over against Esdraelon.

  [4] οἱ δὲ υἱοὶ Ισραηλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.

  [4] Now the children of Israel, when they saw the multitude of them, were greatly troubled, and said every one to his neighbour, Now will these men lick up the face of the earth; for neither the high mountains, nor the valleys, nor the hills, are able to bear their weight.

  [5] καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.

  [5] Then every man took up his weapons of war, and when they had kindled fires upon their towers, they remained and watched all that night.

  [6] τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ, οἳ ἦσαν ἐν Βαιτυλουα,

  [6] But in the second day Holofernes brought forth all his horsemen in the sight of the children of Israel which were in Bethulia,

  [7] καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ. –

  [7] And viewed the passages up to the city, and came to the fountains of their waters, and took them, and set garrisons of men of war over them, and he himself removed toward his people.

  [8] καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν

  [8] Then came unto him all the chief of the children of Esau, and all the governors of the people of Moab, and the captains of the sea coast, and said,

  [9] Ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου.

  [9] Let our lord now hear a word, that there be not an overthrow in thine arm
y.

  [10] ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλ’ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.

  [10] For this people of the children of Israel do not trust in their spears, but in the height of the mountains wherein they dwell, because it is not easy to come up to the tops of their mountains.

  [11] καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.

  [11] Now therefore, my lord, fight not against them in battle array, and there shall not so much as one man of thy people perish.

  [12] ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους,

  [12] Remain in thy camp, and keep all the men of thine army, and let thy servants get into their hands the fountain of water, which issueth forth of the foot of the mountain:

  [13] διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.

  [13] For all the inhabitants of Bethulia have their water thence; so shall thirst kill them, and they shall give up their city, and we and our people shall go up to the tops of the mountains that are near, and will camp upon them, to watch that none go out of the city.

  [14] καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ’ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν.

  [14] So they and their wives and their children shall be consumed with fire, and before the sword come against them, they shall be overthrown in the streets where they dwell.

  [15] καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ’ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ. –

  [15] Thus shalt thou render them an evil reward; because they rebelled, and met not thy person peaceably.

  [16] καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν.

  [16] And these words pleased Holofernes and all his servants, and he appointed to do as they had spoken.

  [17] καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ’ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ.

  [17] So the camp of the children of Ammon departed, and with them five thousand of the Assyrians, and they pitched in the valley, and took the waters, and the fountains of the waters of the children of Israel.

  [18] καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαιμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ, ἥ ἐστιν πλησίον Χους, ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ. καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.

  [18] Then the children of Esau went up with the children of Ammon, and camped in the hill country over against Dothaim: and they sent some of them toward the south, and toward the east over against Ekrebel, which is near unto Chusi, that is upon the brook Mochmur; and the rest of the army of the Assyrians camped in the plain, and covered the face of the whole land; and their tents and carriages were pitched to a very great multitude.

  [19] Καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.

  [19] Then the children of Israel cried unto the Lord their God, because their heart failed, for all their enemies had compassed them round about, and there was no way to escape out from among them.

  [20] καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ, οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριάκοντα τέσσαρας. καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,

  [20] Thus all the company of Assur remained about them, both their footmen, chariots, and horsemen, four and thirty days, so that all their vessels of water failed all the inhibitants of Bethulia.

  [21] καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν.

  [21] And the cisterns were emptied, and they had not water to drink their fill for one day; for they gave them drink by measure.

  [22] καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς. –

  [22] Therefore their young children were out of heart, and their women and young men fainted for thirst, and fell down in the streets of the city, and by the passages of the gates, and there was no longer any strength in them.

  [23] καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων

  [23] Then all the people assembled to Ozias, and to the chief of the city, both young men, and women, and children, and cried with a loud voice, and said before all the elders,

  [24] Κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ.

  [24] God be judge between us and you: for ye have done us great injury, in that ye have not required peace of the children of Assur.

  [25] καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμ
ᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.

  [25] For now we have no helper: but God hath sold us into their hands, that we should be thrown down before them with thirst and great destruction.

  [26] καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ.

  [26] Now therefore call them unto you, and deliver the whole city for a spoil to the people of Holofernes, and to all his army.

  [27] κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν· ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.

  [27] For it is better for us to be made a spoil unto them, than to die for thirst: for we will be his servants, that our souls may live, and not see the death of our infants before our eyes, nor our wives nor our children to die.

  [28] μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.

  [28] We take to witness against you the heaven and the earth, and our God and Lord of our fathers, which punisheth us according to our sins and the sins of our fathers, that he do not according as we have said this day.

 

‹ Prev