Delphi Septuagint
Page 886
[21] καὶ ἦν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων.
[21] Now Holofernes rested upon his bed under a canopy, which was woven with purple, and gold, and emeralds, and precious stones.
[22] καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ.
[22] So they shewed him of her; and he came out before his tent with silver lamps going before him.
[23] ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ιουδιθ καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ.
[23] And when Judith was come before him and his servants they all marvelled at the beauty of her countenance; and she fell down upon her face, and did reverence unto him: and his servants took her up.
CHAPTER 11
[1] Καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικεν δουλεύειν βασιλεῖ Ναβουχοδονοσορ πάσης τῆς γῆς.
[1] Then said Holofernes unto her, Woman, be of good comfort, fear not in thine heart: for I never hurt any that was willing to serve Nabuchodonosor, the king of all the earth.
[2] καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ’ αὐτούς· ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.
[2] Now therefore, if thy people that dwelleth in the mountains had not set light by me, I would not have lifted up my spear against them: but they have done these things to themselves.
[3] καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ’ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς· ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
[3] But now tell me wherefore thou art fled from them, and art come unto us: for thou art come for safeguard; be of good comfort, thou shalt live this night, and hereafter:
[4] οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε, ἀλλ’ εὖ σε ποιήσει, καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσορ.
[4] For none shall hurt thee, but entreat thee well, as they do the servants of king Nabuchodonosor my lord.
[5] καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ Δέξαι τὰ ῥήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.
[5] Then Judith said unto him, Receive the words of thy servant, and suffer thine handmaid to speak in thy presence, and I will declare no lie to my lord this night.
[6] καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ.
[6] And if thou wilt follow the words of thine handmaid, God will bring the thing perfectly to pass by thee; and my lord shall not fail of his purposes.
[7] ζῇ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ.
[7] As Nabuchodonosor king of all the earth liveth, and as his power liveth, who hath sent thee for the upholding of every living thing: for not only men shall serve him by thee, but also the beasts of the field, and the cattle, and the fowls of the air, shall live by thy power under Nabuchodonosor and all his house.
[8] ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου.
[8] For we have heard of thy wisdom and thy policies, and it is reported in all the earth, that thou only art excellent in all the kingdom, and mighty in knowledge, and wonderful in feats of war.
[9] καὶ νῦν ὁ λόγος, ὃν ἐλάλησεν Αχιωρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησεν παρὰ σοί.
[9] Now as concerning the matter, which Achior did speak in thy council, we have heard his words; for the men of Bethulia saved him, and he declared unto them all that he had spoken unto thee.
[10] διό, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἐστὶν ἀληθής· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ῥομφαία ἐπ’ αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτῶν.
[10] Therefore, O lord and governor, reject not his word; but lay it up in thine heart, for it is true: for our nation shall not be punished, neither can sword prevail against them, except they sin against their God.
[11] καὶ νῦν ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν ᾧ παροργιοῦσιν τὸν θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν.
[11] And now, that my lord be not defeated and frustrate of his purpose, even death is now fallen upon them, and their sin hath overtaken them, wherewith they will provoke their God to anger whensoever they shall do that which is not fit to be done:
[12] ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ὁ θεὸς τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι.
[12] For their victuals fail them, and all their water is scant, and they have determined to lay hands upon their cattle, and purposed to consume all those things, that God hath forbidden them to eat by his laws:
[13] καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσιν τοῖς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι τοῦ προσώπου τοῦ θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι �
�ὐδένα τῶν ἐκ τοῦ λαοῦ.
[13] And are resolved to spend the firstfruits of the the tenths of wine and oil, which they had sanctified, and reserved for the priests that serve in Jerusalem before the face of our God; the which things it is not lawful for any of the people so much as to touch with their hands.
[14] καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσοντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας.
[14] For they have sent some to Jerusalem, because they also that dwell there have done the like, to bring them a licence from the senate.
[15] καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
[15] Now when they shall bring them word, they will forthwith do it, and they shall be given to thee to be destroyed the same day.
[16] ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἀπέστειλέν με ὁ θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφ’ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.
[16] Wherefore I thine handmaid, knowing all this, am fled from their presence; and God hath sent me to work things with thee, whereat all the earth shall be astonished, and whosoever shall hear it.
[17] ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.
[17] For thy servant is religious, and serveth the God of heaven day and night: now therefore, my lord, I will remain with thee, and thy servant will go out by night into the valley, and I will pray unto God, and he will tell me when they have committed their sins:
[18] καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.
[18] And I will come and shew it unto thee: then thou shalt go forth with all thine army, and there shall be none of them that shall resist thee.
[19] καὶ ἄξω σε διὰ μέσου τῆς Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου· ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι. –
[19] And I will lead thee through the midst of Judea, until thou come before Jerusalem; and I will set thy throne in the midst thereof; and thou shalt drive them as sheep that have no shepherd, and a dog shall not so much as open his mouth at thee: for these things were told me according to my foreknowledge, and they were declared unto me, and I am sent to tell thee.
[20] καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν
[20] Then her words pleased Holofernes and all his servants; and they marvelled at her wisdom, and said,
[21] Οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ’ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων.
[21] There is not such a woman from one end of the earth to the other, both for beauty of face, and wisdom of words.
[22] καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Εὖ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
[22] Likewise Holofernes said unto her. God hath done well to send thee before the people, that strength might be in our hands and destruction upon them that lightly regard my lord.
[23] καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ θεός σου ἔσται μου θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
[23] And now thou art both beautiful in thy countenance, and witty in thy words: surely if thou do as thou hast spoken thy God shall be my God, and thou shalt dwell in the house of king Nabuchodonosor, and shalt be renowned through the whole earth.
CHAPTER 12
[1] Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν.
[1] Then he commanded to bring her in where his plate was set; and bade that they should prepare for her of his own meats, and that she should drink of his own wine.
[2] καὶ εἶπεν Ιουδιθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ’ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται.
[2] And Judith said, I will not eat thereof, lest there be an offence: but provision shall be made for me of the things that I have brought.
[3] καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ’ ἡμῶν ἐκ τοῦ γένους σου.
[3] Then Holofernes said unto her, If thy provision should fail, how should we give thee the like? for there be none with us of thy nation.
[4] καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ’ ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο.
[4] Then said Judith unto him As thy soul liveth, my lord, thine handmaid shall not spend those things that I have, before the Lord work by mine hand the things that he hath determined.
[5] καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν.
[5] Then the servants of Holofernes brought her into the tent, and she slept till midnight, and she arose when it was toward the morning watch,
[6] καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν·
[6] And sent to Holofernes, saving, Let my lord now command that thine handmaid may go forth unto prayer.
[7] καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βα
ιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος·
[7] Then Holofernes commanded his guard that they should not stay her: thus she abode in the camp three days, and went out in the night into the valley of Bethulia, and washed herself in a fountain of water by the camp.
[8] καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ·
[8] And when she came out, she besought the Lord God of Israel to direct her way to the raising up of the children of her people.
[9] καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν.
[9] So she came in clean, and remained in the tent, until she did eat her meat at evening.
[10] Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις.
[10] And in the fourth day Holofernes made a feast to his own servants only, and called none of the officers to the banquet.
[11] καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Εβραίαν, ἥ ἐστιν παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ’ ἡμῶν·
[11] Then said he to Bagoas the eunuch, who had charge over all that he had, Go now, and persuade this Hebrew woman which is with thee, that she come unto us, and eat and drink with us.
[12] ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν.