Delphi Septuagint
Page 926
[5] Now there was in that place a tower of fifty cubits high, full of ashes, and it had a round instrument which on every side hanged down into the ashes.
[6] ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον.
[6] And whosoever was condemned of sacrilege, or had committed any other grievous crime, there did all men thrust him unto death.
[7] τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον·
[7] Such a death it happened that wicked man to die, not having so much as burial in the earth; and that most justly:
[8] πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.
[8] For inasmuch as he had committed many sins about the altar, whose fire and ashes were holy, he received his death in ashes.
[9] Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ιουδαίοις.
[9] Now the king came with a barbarous and haughty mind to do far worse to the Jews, than had been done in his father’s time.
[10] μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήθει δι’ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν
[10] Which things when Judas perceived, he commanded the multitude to call upon the Lord night and day, that if ever at any other time, he would now also help them, being at the point to be put from their law, from their country, and from the holy temple:
[11] καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι.
[11] And that he would not suffer the people, that had even now been but a little refreshed, to be in subjection to the blasphemous nations.
[12] πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσθαι.
[12] So when they had all done this together, and besought the merciful Lord with weeping and fasting, and lying flat upon the ground three days long, Judas, having exhorted them, commanded they should be in a readiness.
[13] καθ’ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ.
[13] And Judas, being apart with the elders, determined, before the king’s host should enter into Judea, and get the city, to go forth and try the matter in fight by the help of the Lord.
[14] δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδειν ἐποιήσατο τὴν στρατοπεδείαν.
[14] So when he had committed all to the Creator of the world, and exhorted his soldiers to fight manfully, even unto death, for the laws, the temple, the city, the country, and the commonwealth, he camped by Modin:
[15] ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ϡθεοῦ νίκηνϡ μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ’ οἰκίαν ὄντι συνεκέντησεν
[15] And having given the watchword to them that were about him, Victory is of God; with the most valiant and choice young men he went in into the king’s tent by night, and slew in the camp about four thousand men, and the chiefest of the elephants, with all that were upon him.
[16] καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες·
[16] And at last they filled the camp with fear and tumult, and departed with good success.
[17] ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.
[17] This was done in the break of the day, because the protection of the Lord did help him.
[18] Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους.
[18] Now when the king had taken a taste of the manliness of the Jews, he went about to take the holds by policy,
[19] καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν, ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο·
[19] And marched toward Bethsura, which was a strong hold of the Jews: but he was put to flight, failed, and lost of his men:
[20] τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν.
[20] For Judas had conveyed unto them that were in it such things as were necessary.
[21] προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη.
[21] But Rhodocus, who was in the Jews’ host, disclosed the secrets to the enemies; therefore he was sought out, and when they had gotten him, they put him in prison.
[22] ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσουροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν, ἥττων ἐγένετο,
[22] The king treated with them in Bethsura the second time, gave his hand, took their’s, departed, fought with Judas, was overcome;
[23] μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησεν·
[23] Heard that Philip, who was left over the affairs in Antioch, was desperately bent, confounded, intreated the Jews, submitted himself, and sware to all equal conditions, agreed with them, and offered sacrifice, honoured the temple, and dealt kindly with the place,
[24] καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο, κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γερρηνῶν Ἡγεμονίδην.
[24] And accepted well of Maccabeus, made him principal governor from Ptolemais unto the Gerrhenians;
&
nbsp; [25] ἦλθεν εἰς Πτολεμαίδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις.
[25] Came to Ptolemais: the people there were grieved for the covenants; for they stormed, because they would make their covenants void:
[26] προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν, κατεπράυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.
[26] Lysias went up to the judgment seat, said as much as could be in defence of the cause, persuaded, pacified, made them well affected, returned to Antioch. Thus it went touching the king’s coming and departing.
CHAPTER 14
[1] Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου
[1] After three years was Judas informed, that Demetrius the son of Seleucus, having entered by the haven of Tripolis with a great power and navy,
[2] κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν.
[2] Had taken the country, and killed Antiochus, and Lysias his protector.
[3] Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος,
[3] Now one Alcimus, who had been high priest, and had defiled himself wilfully in the times of their mingling with the Gentiles, seeing that by no means he could save himself, nor have any more access to the holy altar,
[4] ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν.
[4] Came to king Demetrius in the hundred and one and fiftieth year, presenting unto him a crown of gold, and a palm, and also of the boughs which were used solemnly in the temple: and so that day he held his peace.
[5] καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη
[5] Howbeit having gotten opportunity to further his foolish enterprise, and being called into counsel by Demetrius, and asked how the Jews stood affected, and what they intended, he answered thereunto:
[6] Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν.
[6] Those of the Jews that he called Assideans, whose captain is Judas Maccabeus, nourish war and are seditious, and will not let the rest be in peace.
[7] ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν [λέγω δὴ τὴν ἀρχιερωσύνην] δεῦρο νῦν ἐλήλυθα
[7] Therefore I, being deprived of mine ancestors’ honour, I mean the high priesthood, am now come hither:
[8] πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ.
[8] First, verily for the unfeigned care I have of things pertaining to the king; and secondly, even for that I intend the good of mine own countrymen: for all our nation is in no small misery through the unadvised dealing of them aforesaid.
[9] ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν.
[9] Wherefore, O king, seeing knowest all these things, be careful for the country, and our nation, which is pressed on every side, according to the clemency that thou readily shewest unto all.
[10] ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα.
[10] For as long as Judas liveth, it is not possible that the state should be quiet.
[11] τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον.
[11] This was no sooner spoken of him, but others of the king’s friends, being maliciously set against Judas, did more incense Demetrius.
[12] προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν
[12] And forthwith calling Nicanor, who had been master of the elephants, and making him governor over Judea, he sent him forth,
[13] δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ.
[13] Commanding him to slay Judas, and to scatter them that were with him, and to make Alcimus high priest of the great temple.
[14] οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.
[14] Then the heathen, that had fled out of Judea from Judas, came to Nicanor by flocks, thinking the harm and calamities of the Jews to be their welfare.
[15] Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος.
[15] Now when the Jews heard of Nicanor’s coming, and that the heathen were up against them, they cast earth upon their heads, and made supplication to him that had established his people for ever, and who always helpeth his portion with manifestation of his presence.
[16] προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου.
[16] So at the commandment of the captain they removed straightways from thence, and came near unto them at the town of Dessau.
[17] Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς·
[17]
Now Simon, Judas’ brother, had joined battle with Nicanor, but was somewhat discomfited through the sudden silence of his enemies.
[18] ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι’ αἱμάτων ποιήσασθαι.
[18] Nevertheless Nicanor, hearing of the manliness of them that were with Judas, and the courageousness that they had to fight for their country, durst not try the matter by the sword.
[19] διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς.
[19] Wherefore he sent Posidonius, and Theodotus, and Mattathias, to make peace.
[20] πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις.
[20] So when they had taken long advisement thereupon, and the captain had made the multitude acquainted therewith, and it appeared that they were all of one mind, they consented to the covenants,
[21] ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ’ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρ’ ἑκάστου δίφραξ, ἔθεσαν δίφρους.
[21] And appointed a day to meet in together by themselves: and when the day came, and stools were set for either of them,
[22] διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν.