Delphi Septuagint
Page 932
[21] εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.
[21] When the king said this, the company present were glad, and approved; and then each man went to his own home.
[22] καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.
[22] Nor did they employ the night in sleep, so much as in contriving cruel mockeries for those deemed miserable.
[23] Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.
[23] The morning cock had just crowed, and Hermon, having harnessed the brutes, was stimulating them in the great colonnade.
[24] τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.
[24] The city crowds were collected together to see the hideous spectacle, and waited impatiently for the dawn.
[25] οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.
[25] The Jews, breathless with momentary suspense, stretched forth their hands, and prayed the Greatest God, in mournful strains, again to help them speedily.
[26] οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι.
[26] The sun’s rays were not yet shed abroad, and the king was waiting for his friends, when Hermon came to him, calling him out, and saying, That his desires could now be realized.
[27] τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται·
[27] The king, receiving him, was astonished at his unwonted exit; and, overwhelmed with a spirit of oblivion about everything, enquired the object of this earnest preparation.
[28] τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.
[28] But this was the wroking of that Almighty God who had made him forget all his purpose.
[29] ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν.
[29] Hermon, and all his friends, pointed out the preparation of the animals. they are ready, O king, according to your own strict injunction.
[30] ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
[30] The king was filled with fierce anger at these words; for, by the Providence of God regarding these things, his mind had become entirely confused. He looked hard at Hermon, and threatened him as follows:
[31] Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων.
[31] Your parents, or your children, were they here, to these wild beasts a large repast they should have furnished; not these innocent Jews, who me and my forefathers loyally have served.
[32] καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης.
[32] Had it not been for familar friendship, and the claims of your office, your life should have gone for theirs.
[33] οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.
[33] Hermon, being threatened in this unexpected and alarming manner, was troubled in visage, and depressed in countenance.
[34] ὁ καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.
[34] The friends, too, stole out one by one, and dismissed the assembled multitudes to their respective occupations.
[35] οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.
[35] The Jews, having heard of these events, praised the glorious God and King of kings, because they had obtained this help, too, from him.
[36] Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει.
[36] Now the king arranged another banquet after the same manner, and proclaimed an invitation to mirth.
[37] τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε;
[27] And he summoned Hermon to his presence, and said, with threats, How often, O wretch, must I repeat my orders to thee about these same persons?
[38] τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν.
[28] Once more, arm the elephants against the morrow for the extermination of the Jews.
[39] οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε
[39] His kinsmen, who were reclining with him, wondered at his instability, and thus expressed themselves:
[40] Βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα;
[40] O king, how long dost thou make trial of us, as of men bereft of reason? This is the third time that thou hast ordered their destruction. When the thing is to be done, thou changest thy mind, and recallest thy instructions.
[41] ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι.
[41] For this cause the feeling of expectation causes tumult in the city: it swarms with factions; and is continually on the point of being plundered.
[42] ὅθεν �
� κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ’ οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους,
[42] The king, just like another Phalaris, a prey to thoughtlessness, made no account of the changes which his own mind had undergone, issuing in the deliverance of the Jews. He swore a fruitless oath, and determined forthwith to send them to hades, crushed by the knees and feet of the elephants.
[43] ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν.
[43] He would also invade Judea, and level its towns with fire and the sword; and destroy that temple which the heathen might not enter, and prevent sacrifices ever after being offered up there.
[44] τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν.
[44] Joyfully his friends broke up, together with his kinsmen; and, trusting in his determination, arranged their forces in guard at the most convenient places of the city.
[45] ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς
[45] And the master of the elephants urged the beasts into an almost maniacal state, drenched them with incense and wine, and decked them with frightful instruments.
[46] περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα.
[46] About early morning, when the city was now filled with an immense number of people at the hippodrome, he entered the palace, and called the king to the business in hand.
[47] ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν.
[47] The king’s heart teemed with impious rage; and he rushed forth with the mass, along with the elephants. With feelings unsoftened, and eyes pitiless, he longed to gaze at the hard and wretched doom of the abovementioned [Jews].
[48] ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι
[48] But the [Jews,] when the elephants went out at the gate, followed by the armed force; and when they saw the dust raised by the throng, and heard the loud cries of the crowd,
[49] ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν, ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα.
[49] thought that they had come to the last moment of their lives, to the end of what they had tremblingly expected. They gave way, therefore, to lamentations and moans: they kissed each other: those nearest of kin to each other hung about one another’s necks: fathers about their sons, mother their daughters: other women held their infants to their breasts, which drew what seemed their last milk.
[50] οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν
[50] Nevertheless, when they reflected upon the succour before granted them from heaven, they prostrated themselves with one accord; removed even the sucking children from the breasts, and
[51] ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.
[51] sent up an exceeding great cry entreating the Lord of all power to reveal himself, and have mercy upon those who now lay at the gates of hades.
CHAPTER 6
[1] Ελεαζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεὸν προσηύξατο τάδε
[1] And Eleazar, an illustrious priest of the country, who had attained to length of day, and whose life had been adorned with virtue, caused the presbyters who were about him to cease to cry out to the holy God, and prayed thus:
[2] Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε παντοκράτωρ θεὲ τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,
[2] O king, mighty in power, most high, Almighty God, who regulates the whole creation with thy tender mercy,
[3] ἔπιδε ἐπὶ Αβρααμ σπέρμα, ἐπὶ ἡγιασμένου τέκνα Ιακωβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον, πάτερ.
[3] look upon the seed of Abraham, upon the children of the sanctified Jacob, thy sanctified inheritance, O Father, now being wrongfully destroyed as strangers in a strange land.
[4] σὺ Φαραω πληθύνοντα ἅρμασιν, τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην, ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορρήμονι, σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας φέγγος ἐπιφάνας ἐλέους Ισραηλ γένει.
[4] Thou destroyedst Pharaoh, with his hosts of chariots, when that lord of this same Egypt was uplifted with lawless hardihood and loud-sounding tongue. Shedding the beams of thy mercy upon the race of Israel, thou didst overwhelm him with his proud army.
[5] σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηριμ, βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει σύ, δέσποτα, ἔθραυσας ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος.<
br />
[5] When Sennacherim, the grievous king of the Assyrians, glorying in his countless hosts, had subdued the whole land with his spear, and was lifting himself against thine holy city, with boastings grievous to be endured, thou, O Lord, didst demolish him and didst shew forth thy might to many nations.
[6] σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
[6] When the three friends in the land of Babylon of their own will exposed their lives to the fire rather than serve vain things, thou didst send a dewy coolness through the fiery furnace, and bring the fire upon all their adversaries.
[7] σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιηλ εἰς φῶς ἀνήγαγες ἀσινῆ.
[7] It was thou who, when Daniel was hurled, through slander and envy, as a prey to lions down below, didst bring him back against unhurt to light.
[8] τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ιωναν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀνέδειξας, πάτερ.
[8] When Jonah was pining away in the belly of the sea-bred monster, thou didst look upon him, O Father, and recover him to the sight of his own.
[9] καὶ νῦν, μίσυβρι πολυέλεε τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ Ισραηλ γένους ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
[9] And now, thou who hatest insolence; thou who dost abound in mercy; thou who art the protector of all things; appear quickly to those of the race of Israel, who are insulted by abhorred, lawless gentiles.