Delphi Septuagint
Page 1092
[6] πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.
[6] My people have been lost sheep: their shepherds thrust them out, they caused them to wander on the mountains: they went from mountain to hill, they forgot their resting-place.
[7] πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνθ’ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.
[7] All that found them consumed them: their enemies said, Let us not leave them alone, because they have sinned against the Lord: he that gathered their fathers had a pasture of righteousness.
[8] ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων.
[8] Flee ye out of the midst of Babylon, and from the land of the Chaldeans, and go forth, and be as serpents before sleep.
[9] ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.
[9] For, behold, I stir up against Babylon the gatherings of nations out of the land of the north; and they shall set themselves in array against her: thence shall she be taken, as the dart of an expert warrior shall not return empty.
[10] καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται.
[10] And Chaldea shall be a spoil: all that spoil her shall be satisfied.
[11] ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι.
[11] Because ye rejoiced, and boasted, while plundering mine heritage; because ye exulted as calves in the grass, and pushed with the horn as bulls.
[12] ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα, μήτηρ ἐπ’ ἀγαθὰ ἐσχάτη ἐθνῶν ἔρημος.
[12] Your mother is greatly ashamed; your mother that bore you for prosperity is confounded: she is the last of the nations, desolate,
[13] ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.
[13] by reason of the Lord’s anger: it shall not be inhabited, but it shall be all a desolation; and every one that passes through Babylon shall scowl, and they shall hiss at all her plague.
[14] παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ’ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν.
[14] Set yourselves in array against Babylon round about, all ye that bend the bow; shoot at her, spare not your arrows,
[15] κατακροτήσατε ἐπ’ αὐτήν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστιν, ἐκδικεῖτε ἐπ’ αὐτήν· καθὼς ἐποίησεν, ποιήσατε αὐτῇ.
[15] and prevail against her: her hands are weakened, her bulwarks are fallen, and her wall is broken down: for it is vengeance from God: take vengeance upon her; as she has done, do to her.
[16] ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ· ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται.
[16] Utterly destroy seed out of Babylon, and him that holds a sickle in time of harvest: for fear of the Grecian sword, they shall return every one to his people, and every one shall flee to his own land.
[17] Πρόβατον πλανώμενον Ισραηλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.
[17] Israel is a wandering sheep; the lions have driven him out: the king of Assyria firsts devoured him, and afterward this king of Babylon has gnawed his bones.
[18] διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ.
[18] Therefore thus saith the Lord; Behold, I will take vengeance on the king of Babylon, and upon his land, as I took vengeance on the king of Assyria.
[19] καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ.
[19] And I will restore Israel to his pasture, and he shall feed on Carmel and on mount Ephraim and in Galaad, and his soul shall be satisfied.
[20] ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος.
[20] In those days, and at that time, they shall seek for the iniquity of Israel, and there shall be none; and for the sins of Juda, and they shall not be found: for I will be merciful to them that are left
[21] Πικρῶς ἐπίβηθι ἐπ’ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ’ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀφάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι.
[21] on the land, saith the Lord.
Go up against it roughly, and against them that dwell on it: avenge, O sword, and destroy utterly, saith the Lord, and do according to all that I command thee.
[22] φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων.
[22] A sound of war, and great destruction in the land of the Chaldeans!
[23] πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;
[23] How is the hammer of the whole earth broken and crushed! How is Babylon become a desolation among the nations!
[24] ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης.
[24] They shall come upon thee, and thou shalt not know it, Babylon, that thou wilt even be taken captive: thou art found and taken, because thou didst resist the Lord.
[25] ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς α
ὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων,
[25] The Lord has opened his treasury, and brought forth the weapons of his anger: for the Lord God has a work in the land of the Chaldeans.
[26] ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα·
[26] For her times are come: open ye her storehouses: search her as a cave, and utterly destroy her: let there be no remnant of her.
[27] ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
[27] Dry ye up all her fruits, and let them go down to the slaughter: woe to them! for their day is come, and the time of their retribution.
[28] φωνὴ φευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεοῦ ἡμῶν.
[28] A voice of men fleeing and escaping from the land of Babylon, to declare to Sion the vengeance that comes from the Lord our God.
[29] παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ’ αὐτὴν κυκλόθεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον τοῦ Ισραηλ.
[29] Summon many against Babylon, even every one that bends the bow: camp against her round about; let no one of her people escape: render to her according to her works; according to all that she has done, do to her: for she has resisted the Lord, the Holy God of Israel.
[30] διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπεν κύριος.
[30] Therefore shall her young men fall in the streets, and all her warriors shall be cast down, saith the Lord.
[31] ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου·
[31] Behold, I am against thee the haughty one, saith the Lord: for thy day is come, and the time of thy retribution.
[32] καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.
[32] And thy pride shall fail, and fall, and there shall be no one to set it up again: and I will kindle a fire in her forest, and it shall devour all things round about her.
[33] Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς.
[33] Thus saith the Lord; The children of Israel and the children of Juda have been oppressed: all they that have taken them captive have oppressed them together; for they would not let them go.
[34] καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.
[34] But their Redeemer is strong; the Lord Almighty is his name: he will enter into judgment with his adversaries, that he may destroy the earth;
[35] μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς·
[35] and he will sharpen a sword against the Chaldeans, and against the inhabitants of Babylon, and upon her nobles and upon her wise men;
[36] μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυθήσονται·
[36] a sword upon her warriors, and they shall be weakened: a sword upon their horses, and upon their chariots:
[37] μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται.
[37] a sword upon their warriors and upon the mixed people in the midst of her; and they shall be as women: a sword upon the treasures, and they shall be scattered upon her water,
[38] ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίθει καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο.
[38] and they shall be ashamed: for it is a land of graven images; and in the islands, where they boasted.
[39] διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα.
[39] Therefore shall idols dwell in the islands, and the young of monsters shall dwell in it: it shall not be inhabited any more for ever.
[40] καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου.
[40] As God overthrew Sodom and Gomorrha, and the cities bordering upon them, saith the Lord: no man shall dwell there, and no son of man shall sojourn there.
[41] ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπ’ ἐσχάτου τῆς γῆς
[41] Behold, a people comes from the north, and a great nation, and many kings shall be stirred up from the end of the earth; holding bow and dagger:
[42] τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· φωνὴ αὐτῶν ὡς θάλασσα ἠχήσει, ἐφ’ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Βαβυλῶνος.
[42] the people is fierce, and will have no mercy: their voices shall sound as the sea, they shall ride upon horses, prepared for war, like fire, against thee, O daughter of Babylon.
[43] ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.
[43] The king of Babylon heard the sound of them, and his hands were enfeebled: anguish overcame him, pangs as of a woman in travail.
[44] ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς κ
αὶ πάντα νεανίσκον ἐπ’ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου;
[44] Behold, he shall come up as a lion from Jordan to Gaethan; for I will speedily drive them from her, and I will set all the youths against her: for who is like me? and who will resist me? and who is this shepherd who will stand before me?
[45] διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπ’ αὐτῶν.
[45] Therefore hear ye the counsel of the Lord, which he has taken against Babylon; and his devices, which he has devised upon the Chaldeans inhabiting it: surely lambs of their flock shall be destroyed: surely pasture shall be cut off from them.
[46] ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.
[46] For at the sound of the taking of Babylon the earth shall quake, and a cry shall be heard among the nations.
CHAPTER 28
[1] Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα.
[1] Thus saith the Lord; Behold, I stir up against Babylon, and against the Chaldeans dwelling therein, a deadly burning wind.
[2] καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.