Book Read Free

Delphi Septuagint

Page 1100

by Lancelot C L Brenton (ed)


  [16] Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων

  [16] And I prayed to the Lord after I had given the book of the purchase to Baruch the son of Nerias, saying,

  [17] Ὦ κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,

  [17] O ever living Lord! thou hast made the heaven and the earth by thy great power, and with thy high and lofty arm: nothing can be hidden from thee.

  [18] ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός,

  [18] Granting mercy to thousands, and recompensing the sins of the fathers into the bosoms of their children after them: the great, the strong God;

  [19] κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·

  [19] the Lord of great counsel, and mighty in deeds, the great Almighty God, and Lord of great name: thine eyes are upon the ways of the children of men, to give to every one according to his way:

  [20] ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

  [20] who hast wrought signs and wonders in the land of Egypt even to this day, and in Israel, and among the inhabitants of the earth; and thou didst make for thyself a name, as at this day;

  [21] καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις

  [21] and thou didst bring out thy people Israel out of the land of Egypt with signs, and with wonders, with a mighty hand, and with a high arm, and with great sights;

  [22] καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι·

  [22] and thou gavest them this land, which thou didst swear to give to their fathers, a land flowing with milk and honey;

  [23] καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

  [23] and they went in, and took it; but they hearkened not to thy voice, and walked not in thine ordinances; they did none of the things which thou didst command them, and they caused all these calamities to happen to them.

  [24] ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

  [24] Behold, a multitude is come against the city to take it; and the city is given into the hands of the Chaldeans that fight against it, by the power of the sword, and the famine: as thou hast spoken, so has it happened.

  [25] καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.

  [25] And thou sayest to me, Buy thee the field for money; and I wrote a book, and sealed it, and took the testimony of witnesses: and the city is given into the hands of the Chaldeans.

  [26] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [26] And the word of the Lord came to me, saying,

  [27] Ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός· μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;

  [27] I am the Lord, the God of all flesh: shall anything be hidden from me!

  [28] διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

  [28] Therefore thus saith the Lord God of Israel; This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it:

  [29] καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.

  [29] and the Chaldeans shall come to war against this city, and they shall burn this city with fire, and shall burn down the houses wherein they burnt incense on the roofs thereof to Baal, and poured drink-offerings to other gods, to provoke me.

  [30] ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ’ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν·

  [30] For the children of Israel and the children of Juda alone did evil in my sight from their youth.

  [31] ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη ἀφ’ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου

  [31] For this city was obnoxious to my anger and my wrath, from the day that they built it even to this day; that I should remove it from my presence,

  [32] διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ,

  [32] because of all the wickedness of the children of Israel and Juda, which they wrought to provoke me, they and their kings, and their princes, and their priests, and their prophets, the men of Juda, and the dwellers in Jerusalem.

  [33] καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν·

  [33] And they turned the back to me, and not the face: whereas I taught them early in the morning, but they hearkened no more to receive instructions.

  [34] καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν

  [34] And they set their pollutions in the house, on which my name was called, by their uncleannesses.

  [35] καὶ ᾠκοδόμησαν το�
��ς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν. –

  [35] And they built to Baal the altars that are in the valley of the son of Ennom, to offer their sons and their daughters to king Moloch; which things I commanded them not, neither came it into my mind that they should do this abomination, to cause Juda to sin.

  [36] καὶ νῦν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ

  [36] And now thus has the Lord God of Israel said concerning this city, of which thou sayest, it shall be delivered into the hands of the king of Babylon by the sword, and by famine, and banishment.

  [37] Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,

  [37] Behold, I will gather them out of every land, where I have scattered them in my anger, and my wrath, and great fury; and I will bring them back into this place, and will cause them to dwell safely:

  [38] καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

  [38] and they shall be to me a people, and I will be to them a god.

  [39] καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ’ αὐτούς.

  [39] And I will give them another way, and another heart, to fear me continually, and that for good to them and their children after them.

  [40] καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ.

  [40] And I will make with them an everlasting covenant, which I will by no means turn away from them, and I will put my fear into their heart, that they may not depart from me.

  [41] καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.

  [41] And I will visit them to do them good, and I will plant them in this land in faithfulness, and with all my heart, and with all my soul.

  [42] ὅτι οὕτως εἶπεν κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ’ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ’ αὐτούς.

  [42] For thus saith the Lord; As I have brought upon this people all these great evils, so will I bring upon them all the good things which I pronounced upon them.

  [43] καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις Ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.

  [43] And there shall yet be fields bought in the land, of which thou sayest, it shall be destitute of man and beast; and they are delivered into the hands of the Chaldeans.

  [44] καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

  [44] And they shall buy fields for money, and thou shalt write a book, and seal it, and shalt take the testimony of witnesses in the land of Benjamin, and round about Jerusalem, and in the cities of Juda, and in the cities of the mountain, and in the cities of the plain, and in the cities of the south: for I will turn their captivity.

  CHAPTER 40

  [1] Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς, λέγων

  [1] And the word of the Lord came to Jeremiah the second time, when he was yet bound in the court of the prison, saying,

  [2] Οὕτως εἶπεν κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, κύριος ὄνομα αὐτῷ

  [2] Thus saith the Lord, who made the earth and formed it, to establish it; the Lord is his name;

  [3] Κέκραξον πρός με, καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά.

  [3] Cry to me, and I will answer thee, and I will declare to thee great and mighty things, which thou knowest not.

  [4] ὅτι οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας

  [4] For thus saith the Lord concerning the houses of this city, and concerning the houses of the king of Juda, which have been pulled down for mounds and fortifications,

  [5] τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν

  [5] to fight against the Chaldeans, and to fill it with the corpses of men, whom I smote in mine anger and my wrath, and turned away my face from them, for all their wickedness:

  [6] Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν·

  [6] Behold, I bring upon her healing and cure, and I will show myself to them, and will heal her, and make both peace and security.

  [7] καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον·

  [7] And I will turn the captivity of Juda, and the captivity of Israel, and will build them, even as before.

  [8] καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ’ ἐμοῦ.

  [8] And I will cleanse them from all their iniquities, whereby they have sinned against me, and will not remember their sins, whereby they have sinned against me, and revolted from me.

  [9] καὶ ἔσται εἰς εὐφροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσο�
�ται πάντα τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. –

  [9] And it shall be for joy and praise, and for glory to all the people of the earth, who shall hear all the good that I will do: and they shall fear and be provoked for all the good things and for all the peace which I will bring upon them.

  [10] οὕτως εἶπεν κύριος Ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε Ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη

  [10] Thus saith the Lord; There shall yet be heard in this place, of which ye say, it is destitute of men and cattle, in the cities of Juda, and in the streets of Jerusalem, the places that have been made desolate for want of men and cattle,

  [11] φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων Ἐξομολογεῖσθε κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου· ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπεν κύριος.

  [11] the voice of gladness, and the voice of joy, the voice of the bridegroom, and the voice of the bride, the voice of men saying, Give thanks to the Lord Almighty: for the Lord is good; for his mercy endures fore ever: and they shall bring gifts into the house of the Lord; for I will turn all the captivity of that land as before, said the Lord.

  [12] οὕτως εἶπεν κύριος τῶν δυνάμεων Ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα·

 

‹ Prev