Book Read Free

Delphi Septuagint

Page 1119

by Lancelot C L Brenton (ed)


  [14] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [14] And the word of the Lord came to me, saying,

  [15] Υἱὲ ἀνθρώπου, οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν.

  [15] Son of man, thy brethren, and the men of thy captivity, and all the house of Israel are come to the full, to whom the inhabitants of Jerusalem said, Keep ye far away from the Lord: the land is given to us for an inheritance.

  [16] διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλθωσιν ἐκεῖ.

  [16] Therefore say thou,

  Thus saith the Lord; I will cast them off among the nations, and will disperse them into every land, yet will I be to them for a little sanctuary in the countries which they shall enter.

  [17] διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ.

  [17] Therefore say thou, Thus saith the Lord; I will also take them from the heathen, and gather them out of the lands wherein I have scattered them, and will give them the land of Israel.

  [18] καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς.

  [18] And they shall enter in there, and shall remove all the abominations of it, and all its iniquities from it.

  [19] καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην,

  [19] And I will give them another heart, and will put a new spirit within them; and will extract the heart of stone from their flesh, and give them a heart of flesh:

  [20] ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

  [20] that they may walk in my commandments, and keep mine ordinances, and do them: and they shall be to me a people, and I will be to them a God.

  [21] καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει κύριος.

  [21] And as for the heart set upon their abominations and their iniquities, as their heart went after them, I have recompensed their ways on their heads, saith the Lord.

  [22] Καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ισραηλ ἐπ’ αὐτὰ ὑπεράνω αὐτῶν·

  [22] Then the cherubs lifted up their wings, and the wheels beside them; and the glory of the God of Israel was over them above.

  [23] καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως.

  [23] And the glory of the Lord went up from the midst of the city, and stood on the mountain which was in front of the city.

  [24] καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον,

  [24] And the Spirit took me up, and brought me to the land of the Chaldeans, to the captivity, in a vision by the Spirit of God: and I went up after the vision which I saw.

  [25] καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου, οὓς ἔδειξέν μοι.

  [25] And I spoke to the captivity all the words of the Lord which he had shewed me.

  CHAPTER 12

  [1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [1] And the word of the Lord came to me, saying,

  [2] Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν, διότι οἶκος παραπικραίνων ἐστίν.

  [2] Son of man, thou dwellest in the midst of the iniquities of those, who have eyes to see, and see not; and have ears to hear, and hear not: because it is a provoking house.

  [3] καὶ σύ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσιν, διότι οἶκος παραπικραίνων ἐστίν.

  [3] Thou therefore, son of man, prepare thyself baggage for going into captivity by day in their sight; and thou shalt be led into captivity from thy place into another place in their sight; that they may see that it is a provoking house.

  [4] καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ’ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος·

  [4] And thou shalt carry forth thy baggage, baggage for captivity, by day before their eyes: and thou shalt go forth at even, as a captive goes forth, in their sight.

  [5] ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι’ αὐτοῦ·

  [5] Dig for thyself into the wall of the house, and thou shalt pass through it in their sight:

  [6] ἐνώπιον αὐτῶν ἐπ’ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ.

  [6] thou shalt be lifted up on men’s shoulders, and shalt go forth in secret: thou shalt cover thy face, and shalt not see the ground: because I have made thee a sign to the house of Israel.

  [7] καὶ ἐποίησα οὕτως κατὰ πάντα, ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον, ἐπ’ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν. –

  [7] And I did thus according to all that he commanded me; and I carried forth my baggage for captivity by day, and in the evening I dug through the wall for myself, and went out secretly; I was taken up on men’s shoulders before them.

  [8] καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωῒ λέγων

  [8] And the word of the Lord came to m
e in the morning, saying,

  [9] Υἱὲ ἀνθρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς;

  [9] Son of man, have not the house of Israel, the provoking house, said to thee, What doest thou?

  [10] εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος κύριος Ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν,

  [10] Say to them,

  Thus saith the Lord God, the Prince and the Ruler in Israel, even to all the house of Israel who are in the midst of them:

  [11] εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται,

  [11] say, I am performing signs: as I have done, so shall it be to him: they shall go into banishment and captivity.

  [12] καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ’ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι’ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται.

  [12] And the prince in the midst of them shall be borne upon shoulders, and shall go forth in secret through the wall, and shall dig so that he may go forth thereby: he shall cover his face, that he may not be seen by any eye, and he himself shall not see the ground.

  [13] καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ’ αὐτόν, καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει.

  [13] And I will spread out my net upon him, and he shall be caught in my toils: and I will bring him to Babylon to the land of the Chaldeans; but he shall not see it, though he shall die there.

  [14] καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν·

  [14] And I will scatter to every wind all his assistants round about him, and all that help him; and I will draw out a sword after them;

  [15] καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις.

  [15] And they shall know that I am the Lord, when I have scattered them among the nations; and I will disperse them in the countries.

  [16] καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος. –

  [16] And I will leave of them a few men in number spared from the sword, and from famine, and pestilence; that they may declare all their iniquities among the nations whither they have gone; and they shall know that I am the Lord.

  [17] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [17] And the word of the Lord came to me, saying,

  [18] Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ’ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι

  [18] Son of man, eat thy bread with sorrow, and drink thy water with torment and affliction.

  [19] καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ Τοὺς ἄρτους αὐτῶν μετ’ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ·

  [19] And thou shalt say to the people of the land, Thus saith the Lord to the inhabitants of Jerusalem, on the land of Israel; They shall eat their bread in scarcity, and shall drink their water in desolation, that the land may be desolate with all that it contains: for all that dwell in it are ungodly.

  [20] καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος.

  [20] And their inhabited cities shall be laid utterly waste, and the land shall be desolate; and ye shall know that I am the Lord.

  [21] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [21] And the word of the Lord came to me, saying,

  [22] Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες Μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις;

  [22] Son of man, what is your parable on the land of Israel, that ye say, The days are long, the vision has perished?

  [23] διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ, ὅτι λαλήσεις πρὸς αὐτούς Ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως·

  [23] Therefore say to them,

  Thus saith the Lord; I will even set aside this parable, and the house of Israel shall no more at all use this parable: for thou shalt say to them, The days are at hand, and the import of every vision.

  [24] ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ,

  [24] For there shall no more be any false vision, nor any one prophesying flatteries in the midst of the children of Israel.

  [25] διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι, ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει κύριος. –

  [25] For I the Lord will speak my words; I will speak and perform them, and will no more delay, for in your days, O provoking house, I will speak the word, and will perform it, saith the Lord.

  [26] καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [26] Moreover the word of the Lord came to me, saying,

  [27] Υἱὲ ἀνθρώπου, ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει.

  [27] Son of man, behold, the provoking house of Israel boldly say, The vision which this man sees is for many days, and he prophesy for times afar off.

  [28] διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει κύριος.

  [28] Therefore say to them,

  Thus saith the Lord; Hencefo
rth none of my words shall linger, which I shall speak: I will speak and do, saith the Lord.

  CHAPTER 13

  [1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

  [1] And the word of the Lord came to me, saying,

  [2] Υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου

  [2] Son of man, prophesy against the prophets of Israel, and thou shalt prophesy, and shalt say to them, Hear ye the word of the Lord:

  [3] Τάδε λέγει κύριος Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν.

  [3] Thus saith the Lord, Woe to them that prophesy out of their own heart, and who see nothing at all.

  [4] οἱ προφῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις·

  [4] Thy prophets, O Israel, are like foxes in the deserts.

  [5] οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ κυρίου·

  [5] They have not continued steadfast, and they have gathered flocks against the house of Israel, they that say,

  [6] βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.

  [6] In the day of the Lord, have not stood, seeing false visions, prophesying vanities, who say, The Lord saith, and the Lord has not sent them, and they began to try to confirm the word.

  [7] οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε;

  [7] Have ye not seen a false vision? and spoken vain prophecies?

 

‹ Prev